Ancient Greek
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Subsection ii
Maximus of Tyre, Dialexeis Subsection f
Not analysed yet
ὥσπερ δὲ ἐν ἀγῶνι σωμάτων οἱ μὲν ἀσθενεῖς καὶ παρὰ τὸ εἰκὸς ἐπιτολμήσαντες τῇ τοῦ νικᾶν ἐλπίδι τάχυ ἀπεῖπον, οἱ δὲ ἐφάμιλλοι ἀρετῇ μένουσιν καὶ καρτεροῦσιν καὶ διαγωνίζονται περὶ τῆς νίκης· οὕτω κἀν τῇ τῶν βίων ἀγωνίᾳ οἱ μὲν ἄλλοι ἡμῖν ἐκκηρυχθέντες τὲ καὶ ἀπαγορεύσαντες οἰχέσθωσαν· οἴ δὲ θεωρητικοῖς ἐφαμίλλω ὄντε καὶ ἀμφισβητησίμω δεῦρο ἰόν|των ἀγωνιουμένω τὰ νῦν τῷ λόγῳ.