Ancient Greek
581.3
Maximus Planudes, Peri Ton Alyton Antitheseon 581.3
Unproofread scanNot analysed yet
ε. Ἀπὸ δὲ τῆς αὐτοῦ ἀντιθέσεως, ἣν 27 ὁ ἀντίδικος παρέχεται μεταβιβάσεις τὸν δικαστὴν ἐφ’ ἑτέραν ἀν- 10 τίθεσιν· τὴν μὲν ἀλύτον μὴ συνεκτικὴν εἶναι λέγων τοῦ παρόντος ἀγῶνος, ἣν δὲ ἀντεισάγεις σὺ οὕτως, 28 ὡς ἐν τῷ κατὰ Τιμοκράτους ὁ ῥήτωρ πεποίηκεν λέγων· λέγοντος γὰρ τοῦ Τιμοκράτους, ὅτι ἐκτέτισταί 29 τὰ χρήματα Ἀνδροτίωνι καὶ Γλανκέτῃ καὶ Μέλανωπῷ, ὑπὲρ 15 ὧν αἰτίαν ἔχω θεῖναι τὸν νόμον, ὡς ὀφειλόντων ἐπὶ τῇ πόλει, φησίν, ἀλλ’ οὐ περὶ τούτων κρίνεται νῦν, εἴτε ἐκτέτισταί τὰ χρήματα τούτοις, εἴτε μή, ἀλλ’ εἰ παράνομον ἔγραψεν Τιμοκράτης ψήφισμα· ἀπαγαγὼν γὰρ τῆς ἀλύτου ἀντιθέσεως τῆς λεγούσης ὅτι ἐκτέτισταί τὰ 20 χρήματα αὐτοῖς, οὐχ ὑπὲρ τούτων κρίνεται λέγων, καὶ οὐχ ὑπὲρ τούτου ἔγραψα τὸν νόμον, ἐπὶ τὸ παράνομον ἀπήγαγεν 30 εἰπών, ὡς περὶ νόμου τῆς γραφῆς οὖσης, ὑπὲρ ἧς ἔχουσι κρίνοντες.