Ancient Greek
584.3
Maximus Planudes, Peri Ton Alyton Antitheseon 584.3
Unproofread scanNot analysed yet
ἢ. Δι’ ὅλου δὲ τοῦ λόγου μεθοδεύσεις τὴν ἀλυτον ἀντίθεσιν, οὐδέποτε προηγουμένως παρεχόμενος τὰς λύσεις οὕτως, ὡς ὁ Δημοσθένης ἐν τῷ κατὰ Ὀλυμπιδώρου πεποίηκεν· λέγοντος γὰρ Ὀλυμπιδώρου, ὅτι οὐ προσἥκει σοι τὸν Κόνωνος τοῦ Ἀλαιέως· ἐγὼ γὰρ καὶ ἠμφισβήτησα καὶ εἰσελθὼν εἰς δικαστήριον ἐνίκησα καὶ δεσπότης εἰμί· σὺ δὲ εἰ ἠμφισβήτεις τοῦ κλήρου, πρὸ τῆς τῶν δικαστῶν ἀποφάσεως ἔχρῃν ἀντιποιεῖσθαι· τὰς μὲν ἀντιθέσεις οὐδαμῶς προηγουμένως ἔθηκεν, λέγει δὲ δι’ ὅλου τοῦ λόγου, ὅτι μοι πρὸς Ὀλυμπιόδωρον συνθῆκαι τινες ἐγένοντο, ἵνα κοινῇ πρὸς τοὺς ἄλλους ἀγωνισώμεθα, τὸ μὲν ἡμῖν τοῦτον ἔχειν τοῦ κλήρου, τὸ δὲ ἡμῖν ἐμὲ, καὶ ὡμόσαμεν κοινῇ πρὸς ἅπαντας ἀγωνιεῖσθαι. Παρέβη δὲ Ὀλυπιόδωρος τὰς συνθήκας, οὕτω γὰρ ἀμφοτέρας λεληθότως τὰς ἀντιθέσεις μεθοδεύει, μηδὲ ἡντινοῦν θεῖς ἐκ προηγουμένου· λέγω δὲ, ὅτι διὰ τὰς συνθήκας οὐκ ἠμφισβήτησα, νομίζων σε πιστὸν εἶναι· ἐνίκησας δὲ, ἐμοῦ σιωπήσαντος κατὰ τὰ δόξαντα.