Ancient Greek
586.1 to 586.16
Maximus Planudes, Peri Ton Alyton Antitheseon 586.1-16
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΠΕΡΙ ΤΩΝ δυποφορᾶν τὴν περὶ τῶν χρόνων οὐχ ἐλπίσας τοὺς δικαστὰς ὡς περὶ τοῦτο κρινόμενον ἐνστήσεσθαι. ιβ'. Συντρέχων δὲ τῇ ἀλύτῳ ἀντιθέσει ὡς λύσω δὴ τινα τὴν κατηγορίαν τῆς γνώμης παρέχεσθαι, ὡς ἐν τῷ κατὰ Ἀριστοχράτους ὁ ῥήτωρ πεποίηκεν· μὴ δυνάμενος γὰρ δεῖξαι, ὅτι οὐκ ἔστι τὸ ψήφισμα τὸ γραφὲν τῷ Ἀριστοχράτει προβούλευμα, τὴν γνώμην τοῦ γραψαντος διαβάλλει· ἐγὼ δέ, φησίν, οἴμαι δεῖν ὑμᾶς ἐξεῖνὸν διαλαμβάνειν, ὅτι τὸ ψήφισμα οὕτως ἐγράψεν, οὐχ ἵνα ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ· (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴγε τὸ τῇ πόλει βέλτιστον σκοπεῖν ἐβούλετο.) ἀλλ' ἵνα ἐξαπατηθέντων διαπράξαινό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν· οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες, καὶ δι' οὓς ἀκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. ἐνστῆναι γὰρ οὐ δυνάμενος, ὅτι οὐκ ἔστιν προβούλευμα, συνέδραμεν, καὶ συνδραμὼν τῆς γνώμης τοῦ γράψαντος κατηγόρησεν. ιγ'. Μὴ τιθεὶς δὲ ἀντίθεσιν λύσεις προσρῖπτων τὴν λύσιν, καὶ σπουδὴν ξέεις, ἵνα μὴ περὶ τούτω ὡς κρινόμενον ἵσταται ὁ δικαστής, ὡς ἐν τῷ κατ' Αἰσχίνου ὁ ῥήτωρ ἐποίησεν· οὐ δυνάμενος γὰρ ἐξαργηθῆναι τὸ οὐκ ἔδωκε χρήματα Ὀλυνθίοις καὶ Φωκεύσιν, ἵνα Αἰσχίνου καταμαρτυρήσωσιν· ἐλέγχει γὰρ ταῦτα Αἰσχίνης· αὐτῶν τῶν Ὀλυνθίων παρεχόμενος μαρτυρίας, οἷς περὶ τοῦτοῦ διαλεχθεὶς ὁ Δημοσθένης ἐφραίνετο, μὴ θεὶς τὴν ἀντίθεσιν προηγουμένως ταύτην ὁ ῥήτωρ πειρᾶται λύειν, προσρῖπτων τὴν λύσιν καὶ λέγων· Φωκέων τῶν ἐκπεπτωκότων οἱ μὲν οἴμαι βέλτιστοι καὶ μετριώτατοι, φυγάδες γεγεννημένοι καὶ τοιαῦτα πεπονθότες, ἡσυχίαν ἔχουσιν,