Ancient Greek
587.3
Maximus Planudes, Peri Ton Alyton Antitheseon 587.3
Unproofread scanNot analysed yet
ἱδ'. Ὄνομα δὲ ἀντ' ὀνόματος μεταθεὶς τὴν ἄλυτον μεθοδεύσεις ἀντίθεσιν, ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ ἀντιστῆναι πρὸς τὸ, ὅτι οὐχ ὑπεύθυνον ὄντα αὐτὸν ὁ Κτησιφῶν ἀνηγόρευσεν, ὅπερ ἀντικρὺς καὶ διαφρόδην ὁ νόμος ἀπαγορεύει, μηδένα τῶν ὑπευθύνων ἀναγορεύεσθαι κελεύων, ὀνόματος μεταθέσει τὴν μέθοδον παρέσχετο, ἀντὶ τοῦ ἀνηγόρευσεν, ἐπῆρεσεν εἰπὼν αὐτὸν ὑπεύθυνον ὄντα, οἱ γὰρ νόμοι οὐ κωλύουσιν ἐπαινεῖσθαι ἀλλ' ἀναγορεύεσθαι. Ἀπὸ δὲ τοῦ ὁρισμοῦ μεθοδεύσεις τὴν ἄλυτον ἀντίθεσιν, συντρέχων αὐτῇ τὸν τρόπον τοῦτον· χέχρηται δὲ αὐτῷ καὶ ὁ ὥρτωρ, ἐκεῖνος γὰρ οὐ δυνάμενος δεῖξαι, ὅτι οὐκ ἦν ὑπεύθυνος, οὐδὲ αὐτὸ, ὅτι οὐ κωλύουσιν οἱ νόμοι τοὺς ὑπευθύνους ἀναγορεύεσθαι, συνδρομῶν τῷ ὅτι ὑπεύθυνος ἦν, λέγει, ὅτι ἀξίων ἔκρινε μὲν στεφάνου Κτησιφῶν οὐ περὶ τούτων οὐδενὸς, ὧν ὑπεύθυνος ἦν, ἀλλ' ἐφ' οἷς ἐπέδωκα, ᾧ συχοφάντα· ἀλλὰ καὶ τειχοποὺς ἦσθα, καὶ διὰ τοῦτό γε ὀρθῶς ἐπηγόμην οὐκ ἀνηγορευόμην, εἶπεν, ὅτι τὰ ἀνηλωμένα ἔδωκα, καὶ οὐκ ἐλογιζόμην· ὁ μὲν γὰρ λογισμὸς εὐθύνων καὶ τῶν ἐξεταζόντων προσδεῖται, ἡ δὲ δωρεὰ χάριτος καὶ ἐπαί-