Ancient Greek
588.3
Maximus Planudes, Peri Ton Alyton Antitheseon 588.3
Unproofread scanNot analysed yet
5 ιε. Ἐν προσχήματι δὲ τοῦ δοκεῖν πλείους μὲν ἔχειν παρέχεσθαι λύσεις τοῦ ἔχοντος νόμου, ὡς ὁ ἀντίδικος λέγει· οὐ βούλεσθαι δὲ ἀνθίστασθαι αὐτῷ, τὴν γνώμην δὲ ἐξετάζειν τοῦ θέντος τὸν νόμον μᾶλλον αἱρεῖσθαι τῶν συλλαβῶν τῶν ἐν αὐτῷ τῷ νόμῳ ὑπεναν- 10τίων ἔχουσῶν σοι, ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ στεφάνου πεποίηκεν· οὐ δυνάμενος γὰρ δεῖξαι τὸ, ἐξεστιν τοὺς ὑπευθύνους ἀνακηρύττεσθαι ἐν τῷ θεάτρῳ, τοῦτο μὲν ἀφίσταται, τὴν γνώμην δὲ τοῦ νομοθέτου ὑπὲρ αὐτοῦ οὔσαν, ἐξετάζει, μετὰ τοῦ δοκεῖν πλείους ἂν παρέχεσθαι 15λύσεις πρὸς τὸ ῥητόν, εἰ ἐβούλετο· καὶ μὴν περὶ γε τοῦ ἐν τῷ θεάτρῳ κηρύττεσθαι παραλείπω, καὶ τὸ πολλάκις αὐτὸς ἐστεφανῶσθαι πρότερον· ἀλλὰ πρὸς θεῶν, οὕτω σκαιὸς εἰ καὶ ἀναίσθητος, Αἰσχίνη, ὥστε οὐ δύ- 20νασθαι λογίσασθαι, ὅτι τῷ μὲν στεφανουμένῳ τὸν αὐτὸν ἔχει ζῆλον, ὅπου ἀναβόηθῇ ὁ στέφανος· τοῦ δὲ τῶν στεφανούντων ἕνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίνεται τὸ κήρυγμα· οἱ γὰρ ἀκούσαντες ἅπαντες εἰς τὸ ποιεῖν εὖ τὴν πόλιν προτρέπονται, καὶ τοὺς ἀποδιδόντας τὴν χάριν μᾶλλον ἐπαινοῦσιν τοῦ στεφανουμένου· δόξας γὰρ 30πλείους ἔχειν ἂν παρέχεσθαι λύσεις εἰ ἐβούλετο, ἐκείνας μὲν παρέλιπεν, τὴν γνώμην δὲ ἐξετάσας, καθ’ ἣν συμφέρει μᾶλλον ἐν τῷ θεάτρῳ ἀνακηρύττεσθαι, μεθώδευσεν τὸν νόμον, κατ’ αὐτοῦ μὲν ὄντα, ἔχοντα δὲ οὕτως.