Ancient Greek
212.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 212.1
Unproofread scanNot analysed yet
ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΛΟΓΙΩΤΑΤΟΥ ΚΤΡΙΟΥ ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΗ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ. ¹ Τὴν ῥητορικὴν διαφόρως τινὲς ὥρισαντο. Πλάτων μὲν γὰρ εἶπεν αὐτὴν πειθοῦς δημιουργόν· ² οὐκ ἀποδεκτὸς δὲ οὕτος ὁ ὅρος, καὶ γὰρ καὶ κάλλος πείθει, ὥσπερ τὴν Ἑλένην οἱ τῶν Τρώων δημιουργοῦντες ἰδόντες, καίτοι πολλὰ κακὰ δι’ αὐτὴν πάσχοντες, εἶπον·