Ancient Greek
219.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 219.1
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ κατασκευαζόμενος οὕτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ, μηδὲ τοξεύῃ· “οὐκέτι γὰρ ἐπήνεγκεν, ὥσπερ ἐν συμπεράσματι ”,οὐχὼν καὶ Φίλιππος ταῦτα ποιῶν προδήλωσ ἡμῖν πολεμεῖ· “παράδειγμα δὲ ἡ ἐκ τῶν προλαβόντων ὁμοίως, ὡς ἐν τῷ πρώτῳ τῶν Φιλιππικῶν 39 ,,εἰ γὰρ ὧδ’ ἤχομεν Εὐβοέσι βοηθητικοῦτες; “καὶ τὰ ἐξῆς· ἐτι διαφέρει, καὶ ὅτι ἡ μὲν κατὰ πεισιν μόνον καὶ ἀπόκρισιν προάγεται ἡ διαλεκτική, ἡ δὲ κατὰ πᾶντα λόγου τρόπον τε καὶ ἰδέαν. Ὅτι τέχνη διαφέρει ἐπιστήμης καὶ ἐμπειρίας· ἐπιστήμης μὲν γὰρ μία ὁδὸς 10 ἐπὶ τὴν ἀλήθειαν, καὶ οὐδέποτε σφάλλεται, ὡς καὶ ὁ γραμματιστής, τούτεστιν ὁ χαμαιδιδάσκαλος ἀεὶ τὴν αὐτὴν διδασκαλίαν ποιεῖται, μηδὲν μετατρέπων τῶν εἰθισμένων· ἐμπειρία δ’ ἐστὶν ἄλογος τριβὴ ἐκ παρατήρήσεως γινομένη· ἴδιον δὲ αὐτῆς τὸ ἀλόγως πράττειν 15 πάντα, καὶ μηδέποτε ἐπιτυγχάνειν, εἰ μὴ ἐκ τοῦ παραδόξου· παράδειγμα δὲ αὐτῆς ἐστιν ὁ ἐπιδίφριος ἰατρός· θεασάμενος γὰρ λογικὸν ἰατρὸν 40 νέῳ πυρέττοντι ψυχρὸν ὕδωρ παρέχοντα ἐπὶ κεκαυμένη χολῇ ἐν θέρει καὶ ὑγείαν ποιήσαντα κατὰ τὸν ἰατρικὸν λόγον τὸν λέγοντα, 20 τὰ ἐναντία τῶν ἐναντίων ἴαματα, παρέσχε ἀπαραφυλάκτως μὴ σκοπήσας τὴν αἰτίαν, καὶ πολλοὺς μὲν ἀνεῖλεν, 41 ἕνα δὲ ἔσωσεν ἐκ τοῦ παραδόξου· ἡ δὲ τέχνη ἐν μὲν τοῖς λογικοῖς κανόσιν αὐτῆς τοῦ ἀπταίστου ἔχεται, διὰ δὲ τὰ ἐξωθεν συμπίπτοντα ἐστιν ὅτε καὶ ἀμαρτάνει, 25 καὶ μεθόριόν ἐστιν ἐπιστήμης καὶ ἐμπειρίας· ὅθεν καὶ τῆς ἐπιστήμης μίαν ὁδὸν ἐπὶ τὴν ἀλήθειαν γνωσκοῦσης, οἱ ῥήτορες οὐ διὰ τῶν αὐτῶν ἔρχονται, οὔτε ἀλλήλοις,