Ancient Greek
227.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 227.1
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ μᾶν τὸ θεῖον· πρὸς μὲν γὰρ τὴν κοινὴν ἔννοιαν ὁμολόγηται· παρὰ δὲ τοῖς Ἐπικούρειοις ἐλθοι ἂν εἰς ἀμφισβήτησιν. Οἱ γὰρ ἀπρονόητα πάντα εἶναι λέγοντες, καὶ τὴν εἰς τὸ θεῖον ἐπιμέλειαν περιττὴν ἡγοῦνται. Καὶ ἔτι τὸ πανηγυρικόν· ὥσπερ εἴ τις ἐγκωμιάζοι παρ’ Ἀθη- 5 ναίοις Πλάτωνα τὸν φιλόσοφον· παρὰ μὲν γὰρ τοῖς Ἀθηναίοις οὐ στασιασθήσεται τὸ ἐγκώμιον· παρὰ δὲ Σικυθαις ἢ τισιν ἄλλοις ἀγνοοῦσιν αὐτόν, εἰ ταῦτά τις λέγοι, ἀμφισβητήσουσι πάντως.