Ancient Greek
228.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 228.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ Ζῶν γὰρ πρὸς τῶν παλαιῶν ὁ λόγος εἰκασται· ἐκ ψυχῆς μὲν, οἷον· τῶν ἐνθυμημάτων· ἐκ σώματος δὲ τῆς φράσεως. Ἔτι ἰστίον, ὅτι τριῶν τεχνωθέντων τῷ Ἑρμογένη βιβλίων, τὸ περὶ τῶν στάσεων προτίθεται, ὡς παχυμερέστερον καὶ ἀναλογοῦν μείζοσι ζῴων μέρεσιν, οἷον κεφαλῇ, χερσὶ ποσὶ Δεύτερον τὸ τῶν εὐρέσεων, λεπτομερέστερον ἐκείνου, καὶ ἀναλογοῦν ἐλάττοσι μέρεσιν, οἷον ὀφθαλμοῖς, δακτύλοις· τρίτον δὲ τὸ τῶν ἰδεῶν τῶν ἄλλων λεπτότατον, καὶ ἀναλογοῦν τοῖς ἐλαχίστοις μέρεσιν, οἷον κόρη, κανθῷ, ὀνύχι· ἢ μᾶλλον, ἢ μὲν περὶ τῶν στάσεων καὶ εὐρέσεων ἀναλογία καλῶς ἀποδέδοται, αἱ δὲ ἰδέαι εἴδεσι καὶ μορφαῖς προσεοίκασι, ἕκαστα τούτων ἐπιμορφάζουσι. Τὴν στάσιν τινὲς ὡρίσαντο, ἀμφισβήτησιν εἶναι δυοῖν προσώπων περὶ πράγματος ὡρισμένου· οὐχ ὑγιὲς δὲ ὁ ὅρος· αὐτίκα γὰρ καὶ γραμματικοὶ ἀμφισβητοῦσι, καὶ ὡρισμένον ἔχουσι τὸ ζητουμένον· ὁ δὲ ἀληθῶς ἔχων ὅρος οὗτός ἐστι· στάσις ἐστὶν ἀμφισβήτησις λογική, καθ’ ἣν αἱ διαιρέσεις τῶν κεφαλαίων γίνονται εἰς πίστιν χωριζομένων· λογικὴ μὲν οὖν, διὰ τὰς τῶν αὐλητῶν καὶ τῶν ὁμοίων· τὸ δὲ ,,καθ’ ἣν αἱ διαιρέσεις“ πρὸς ἀντιδιαστολὴν τοῦ προβλήματος. Ἴδιον γὰρ τῶν στάσεων τὰ κεφάλαια τοῦ ῥήτορος· οἱ γὰρ φιλόσοφοι οὐκ οἴδασιν εἰς κεφάλαια τοὺς λόγους διαιρεῖν, ἀλλὰ τὸ ἀνύμενον ἐκ τῶν λόγων καλοῦσι κεφάλαιον. Στάσις δὲ εἴρηται παρὰ τὸ ἕκαστερόν τῶν ἀγωνιζομένων ἵστασθαι πρὸς τὸ νομιζόμενον αὐτῷ αἱρετόν. Ἰστέον, ὅτι τῶν ζητημάτων τὰ μὲν ἐπ’ εὐθείας ἄγεται ἐν δικαστηρίῳ, τὰ δὲ ἐσχηματίζεται· γίνεται δὲ τὸ σχῆμα τριχῶς κατὰ τὸ μείζον, κατὰ τὸ πλάγιον, κατὰ τὸ ἐναντίον· κατὰ μὲν τὸ μείζον, οἷον ἕάλω Δημοσθένης ἐπὶ τοῖς ἀρπαλείοις χρήμασι· καὶ ὁ μὲν κατήγορος αὐτῷ τιμᾶ-