Ancient Greek
229.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 229.3
Unproofread scanNot analysed yet
Τῶν στάσεων αἱ μὲν εἰσι λογικαί, αἱ δὲ νομικαί· λογικαὶ μὲν οὖν εἰσιν αἱ ἀνωτάτω τέσσαρες, στοχασμός, ὅρος, ἀντίληψις, ποιότης· νομικαὶ δὲ τέσσαρες, ὅρτὸν καὶ διάνοια, ἀντινομία, συλλογισμός. Αἱ μὲν οὖν ὑηθείσαι πᾶσαι στάσεις εἴδη εἰσίν, ἡ δὲ ποιότης γένος, καὶ τέμνεται εἰς πραγματικὴν καὶ δικαιολογικὴν· καὶ ἡ μὲν πραγματικὴ εἶδος γίνεται, ἡ δὲ δικαιολογικὴ γένος· καὶ διαιρεῖται εἰς δύο, εἰς τε ἀντιληπτικὴν καὶ ἀντιθετικὴν· μενούσης δὲ τῆς ἀντιληπτικῆς ἐφ’ ἑαυτὴν, ἡ ἀντιθετικὴ εἰς τέσσαρα διαιρεῖται· ἀντίστασιν, μετάστασιν, ἀντέγκλημα, συγγνώμην. Ὑφαιρουμένων τοίνυν τῶν τριῶν γενῶν, τῆς τε ποιότητος, καὶ δικαίολ γικῆς καὶ ἀντιθετικῆς, στάσεις γίνοντ υ αἱ πᾶσαι δεκατρεῖς,