Ancient Greek
239.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 239.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ χράτης, ἐὰν μὴ εἰδῶ ἀπὸ ἱστορίας ἢ πράξεως αὐτοῦ, τίς ἐστιν. 1) Τὰ πρὸς τι· πρὸς τι λέγομεν πρόσωπα, ὅσα λεγόμενα συνεμφαίνοσι καὶ ἕτερον πρόσωπον· ταῦτα δὲ ἀπὸ μόνης τῆς τοιαύδε σχέσεως ἐξετάζεται· εἰ γὰρ καὶ 28 μὴ ἐν ταῖς ἱστορίαις αὐτῶν ἔχομεν τὴν ποιότητα, ἀλλ’ οὖν δέδωκεν ἡμῖν ἡ φύσις κοινὴν περὶ αὐτῶν ἀναπλάσασθαι ποιότητα, καὶ τοιαύτην τινὰ περὶ αὐτῶν ὑπόληψιν ἔχομεν, οἷον περὶ τῶν πατέρων, ὅτι χρηστοὶ καὶ φιλόπαιδες· καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. Τὰ δὲ πρὸς τι ταῦτα ἰσχυρότερα μέν ἐστι τῶν μετὰ ταῦτα. 29 λείπεται δὲ τῶν 30 ὡρισμένων· ἐκεῖνα μὲν γὰρ βεβαίαν ἔχει τὴν ποιότητα, τὰ δὲ πρὸς τι οὐ πάντως· εἰ γὰρ καὶ χρηστὸν τῶν πατέρων τὸ πρόσωπον, ἀλλ’ εὑρίσκομεν τινὰς ἐλάττον φροντίσαντας τῆς φύσεως· καὶ τὰ μὲν πρὸς τι φύσεως ἢ σχέσεώς εἰσι, τὰ δὲ μετὰ ταῦτα τῶν τρόπων, οἷον ἄσωτοι, μοιχοί.