Ancient Greek
240.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 240.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΑΛΛΟΥΛΟΥ ροις ἡ ἀπόδειξις, τοῦτο ἐν τούτοις ἡ τῶν δικαστῶν πρό-ληψις, προεμερίσθαι γὰρ τὸ πρόσωπον. β) Τετάρτην τὰ ἠθικά· τῶν ἐξ ἡμετέρας ἐπι-τηδεύσεως ὄντων τὰ μὲν μισεῖται καὶ καλεῖται διαβεβλη-μένα, τὰ δὲ γελᾶται, καὶ καλεῖται ἠθικά, τὰ δὲ οὐδέ-τερον· φιλὴν δὲ μόνην ἔμφασιν παρέχει, ὡς τὰ ἀπλᾶ προσηγορικά· ἰσχυρότερα οὖν τὰ μισούμενα τῶν γελωμέ-νων, καὶ τὰ γελώμενα τῶν ἀπλῶν· ἠθικὰ δὲ λέγονται, καίτοι καὶ ἐν τοῖς ἄλλοις προσώποις τοῦ ἠθοὺς ἐμφαι-νομένου, διὰ τὸ ἐν τούτοις εὐπορίαν τινὰ τὸν λέγοντα ἀπὸ μόνου τοῦ ἠθοὺς λαμβάνειν, τὰ γὰρ τοιαῦτα τῶν ζητημάτων κωμωδίας τόπον ἔχει, καὶ οὐδὲν ἀγωνιστι-κὸν συνεπάγεται, οἷον γεωργὸς μυριζομένην τὴν γυναῖκα ἀποπέμπει.