Ancient Greek
245.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 245.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ νὸς τρεῖς τῶν ζητημάτων παραδέδωκε τρόπους· αἴτιον, συνέχον καὶ κρινόμενον· αἴτιον μὲν τὸν κατήγορον ὀνόμαζων, αὐτὸς γὰρ ἐστιν ὁ παρέχων τὴν ἀφορμὴν τῇ γραφῇ· συνέχον δὲ τὸν φεύγοντα, ἐξ αὐτοῦ γὰρ συνέχεται τὸ ζήτημα· κρινόμενον δὲ τὴν ψῆφον τῶν δικα- 5 στῶν, αὕτη γὰρ ἐστιν ἡ κρίνουσα. Ὁ δὲ Ἑρμογένης τέσσαρας τόπους τῶν συνεστῶτων τιθέμενος ἅμα δι’ αὐτῶν καὶ τὰ μὴ συνεστῶτα διδάσκει· καὶ πρῶτος μὲν τρόπος, ὅτι ἢ πρόσωπὸν ἐστιν ἢ πρᾶγμα τὸ κρινόμενον· δεύτερος, ἵν᾽ ἕκαστος τῶν ἀντιδίκων πιθανοὺς 10 ἔχει λόγους καὶ ἰσχυροὺς· τρίτος, ἵν᾽ οὐκ ἐν τοῖς δικαίοις προειλημται· τέταρτος, ἵν᾽ οὐκ ἐν τῷ πέρας ἀδύνατον. Διὰ μὲν οὖν τοῦ εἰπεῖν „καὶ πρόσωπον καὶ πρᾶγμα,“ ἀντιδιέστηλε τὰ ἐξ ἑνὸς μέρους ἀσύστατα, διὰ δὲ τοῦ, „ἢ τὸ ἕτερον γε,“ τὰ ἐξ ἀμφοῖν ἀσύ- 15 στατα, διὰ δὲ τοῦ „ἐξ ἑκατέρου μέρους“ τὰ μονομερῆ καὶ τὰ ἀπερίστατα, καὶ τὰ ἑτεροδόπη, διὰ δὲ τοῦ „σὺν τῷ πιθανῷ“ τὰ ἀπίθανα, διὰ δὲ τοῦ „διαφόρους“ τὰ ἀντιστρέφοντα, διὰ δὲ τοῦ „πίστεων ἰσχυροὺς,“ τὰ ἀδύνατα καὶ τὰ κακόπλαστα· καὶ γὰρ καὶ ταῦτα ἀδύ- 20 νατα, κατὰ θανόντων τὴν κατηγορίαν ἐπάγοντα, διὰ δὲ τοῦ „μὴ προειλημμένου“ τὸ προειλημμένον τῇ κρίσει καὶ τὸ ἄδοξον. καὶ γὰρ καὶ τὸ ἄδοξον, εἰ καὶ μὴ τοῖς δικασταῖς προδιέγνωσται, ἀλλὰ τῇ γνώμῃ, καὶ πρὸ διαγνώσεως παρ’ αὐτῶν τὸ πρᾶγμα μεμίσθαι, καὶ ἅμα τῇ 25 εἰσαγωγῇ τοῦ δικαστηρίου ἐκβάλλεται· διὰ δὲ τοῦ „δυνάμενον τε πέρας λαβεῖν“ τὸ ἄπορον.