Ancient Greek
254.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 254.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ σθαι τὸ πρᾶγμα, ἢ αὐτὸ μὲν προσίεσθαι, λέγειν δὲ, ὡς δικαίως εἴη πεπραγμένον ἢ συμφερόντως. α) Παντὸς οὐτινοσοῦν τετάρων ὄντων εἰδῶν τοῦ διδασκαλικοῦ τρόπου, διαιρετικοῦ, ὁριστικοῦ, ἀναλυτικοῦ, ἀποδεικτικοῦ, τοῖς προτέροις δυσὶν ὁ Ἑρμογένης πανταχοῦ χρώμενος φαίνεται. ἴστεον δὲ, ὅτι ἐν πάσαις ταῖς στάσεσιν ἀρνησις γίνεται τοῦ ἐπιφερομένου ἐγκλήματος· ἀλλ’ οὐχ ὁμοίως· τριῶν γὰρ ὄντων τῶν ποιούντων τὰς στάσεις, ὑπάρξεως, ἰδιότητος, ποιότητος, ἐν μὲν τῷ στοχασμῷ τὴν τοῦ πράγματος ὑπάρξιν ἀρνούμεθα, ἐν δὲ τῷ ὄρῳ τὴν ἰδιότητα, τὸ μὲν γὰρ τι τοῦ πράγματος ὁμολογοῦμεν πεποιηκέναι, τὸ δὲ οὐχ ὁμολογοῦμεν, ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ὁμολογοῦντες τὰ πράγματα τὴν ἐπιφερομένην αὐτοῖς ποιότητα μόνην ἀρνοῦμεθα. ἐπεὶ δὲ ἐν τῷ στοχασμῷ παντελῶς ὁ φεύγων ἀρνεῖται πεποιηκέναι, ἐφεῦρεν ἡ τέχνη σημεία τινα φανερὰ, ἐξ ὧν δύναται γενέσθαι φανερὸν καὶ τὸ ἐγκλήμα· εἰ γὰρ μὴ ταῦτα εἴη, μάτην ἔσται ἡ ζήτησις· δεῖ γὰρ, ὡς φησὶν Ἰσοκράτης, τὰ ἄφανῃ ἐκ τῶν φανερῶν ταχίστην ἔχειν τὴν διάγνωσιν· φανερὰ δὲ λέγομεν τὰ σημεία, οὐχ ὡς πάντως τοῦ πράγματος ὄντα δηλωτικὰ, ἀλλ’ ὡς ὁμολογούμενα ὑπ’ ἀμφοῖν, τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος· δεῖ δὲ ταῦτα καὶ ἀνεύθυνα εἶναι, ὡς τὸ θάπτειν τὸ νεοσφαγὲς σῶμα· οὕτω γὰρ καὶ ὁ φεύγων παρόρσιαζόμενος ὁμολογήσει αὐτά, καὶ δεῖ τὸν φεύγοντα πρὸς ταῦτα τῇ μεταθέσει τῆς αἰτίας χρήσασθαι, οἷον ὅτι ἐλεήσας ἐθάπτεν, ἢ τι τοιοῦτον, εἰ δὲ μή, οὐδὲ ζήτησις ἔσται.