Ancient Greek
255.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 255.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ἀφανὲς εἶναι δεῖ, τὸ δὲ φανερὸν, καὶ ἄλλως· κατὰ μὲν τὴν οὐσίαν ἐστὶ τὸ φανερὸν, κατὰ δὲ τὴν ἰδιότητα οὐδαμῶς· ἢ κατὰ μὲν τὴν ἰδιότητα φανερὸν, οὐκέτι δὲ κατὰ τὴν ποιότητα· οἷον ἐν οἴκῳ πόρρωθεν ὁρῶμεν τι, καὶ ἐπιστάμεθα μὲν, ὅτι ἐστὶν τι ἐν αὐτῷ, τὴν δὲ ἰδιότητα αὐτοῦ οὐκ ἴσμεν, πότερον ξύλον ἐστὶν ἢ ἄνθρωπος· ἢ πάλιν ἴσμεν τὴν ἰδιότητα, ὅτι ἄνθρωπος, οὐκέτι δὲ τὴν ποιότητα, πότερον Λάκων ἢ Ἀθηναῖος.