Ancient Greek
257.1 to 257.4
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 257.1-4
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ ε) Ὄνομα μὲν γενικόν· ποιότης μὲν ὀνομάζεται, ὅτι ὁποῖόν τι τὸ πρᾶγμα ἐξετάζομεν ἐν αὐτῇ· γενικὸν δὲ, ὅτι πλειόνων στάσεων περιεκτικὴ γίνεται. ζ) Οἷον εἰ δίκαιον· εἰ καὶ ἡ πραγματικὴ περὶ τὸ δίκαιον καὶ τὸ συμφέρον καὶ τὸ νόμιμον καταγίνεται, ἀλλ’ οὐ περὶ αὐτῆς νῦν, περὶ δὲ τῆς καθόλου ποιότητος ἀποφαίνεται. η) Κἂν μὲν περὶ ῥητὸν ἢ· εἰ καὶ ὁμολογοῦμεν προτιμότερα τῶν νόμων τὰ πράγματα, διὰ γὰρ τὰ πράγματα οἱ νόμοι παρελήφθησαν, οὐ διὰ τοὺς νόμους τὰ πράγματα, καὶ πρεσβύτερα τῶν νόμων τὰ πράγματα, ἀλλ’ οὖν προτέρων τῶν περὶ ῥητὸν ἐμνήσθη· ἐπειδὴ περὶ τούτου ἀναβάλλεται τέως εἰπεῖν, ὡς μέλλων ἐνδιατρίψειν ἐν τοῖς περὶ τὰ πράγματα.