Ancient Greek
261.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 261.5
Unproofread scanNot analysed yet
κ) Θάτερον τῶν μερῶν· τοὔστιν, ὅταν τοῦ ἑτέρου τῶν μερῶν, εἴτε τοῦ διώκοντος, εἴτε τοῦ φεύγοντος, τῷ ὀητῷ χρωμένου καὶ ὡς ἐπὶ τὸ πλεῖστον τοῦ διώκοντος, τὸ ἕτερον μέρος τὴν διάνοιαν μεταχειρίζεται, ὅτι δὲ καὶ ὁ φεύγων πολλάκις ἐν τοῖς κατὰ αἴτησιν τῷ ὀητῷ χρῆται, φανερὸν, ὡς καὶ Μινουχιανὸς φησι, διὰ τοῦτο γὰρ καὶ Ἑρμογένης ὡς ἐπὶ τὸ πλεῖστον προσέθηκεν· οἷον νόμος τὸν πεπηρωμένον ἐκ τοῦ δημοσίου τρέφεσθαι· πηρώσας τις ἑαυτὸν ἀξιοῖ ἐκ τοῦ δημοσίου τρέφεσθαι· ἐνταῦθα γὰρ, φησιν, ὁ μὲν κατηγορῶν χρήσεται τῇ διανοίᾳ οὕτως· ὁ νόμος κελεύει τοὺς κατὰ περίστασιν πηρωθέντας