Ancient Greek
264.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 264.3
Unproofread scanNot analysed yet
δ) Ἡ μέντοι ἀμφιβολία· φασί τινες ἀσύστατον εἶναι τὴν ἀμφιβολίαν· οὐ γὰρ δυνατόν πέρας ἢ λύσιν αὐτῆς εὑρεθῆναι· ἴσάζει γὰρ τὰ λεγόμενα· φαμὲν οὖν, ὡς εἰ μὲν ἐφ’ ἅπασί τὸ ἴξιῶζον εἶχεν, ἀσύστατον ἂν ἦν· νῦν δὲ διαφόρους ἐστὶ τὰς τῶν προσώπων ποιότητας εὑρεῖν, ἐξ ἧν ἂν γένοιτο τὸ συνεστηκός· καὶ δείκνυσι τοῦτο Δημοσθένης· ἔχρησε γὰρ ὁ θεὸς τοῖς Ἀθηναίοις, τοὺς ἡγεμόνας φυλάττεσθαι, καὶ ἀμφισβητοῦσιν, οἱ μὲν τοὺς ὄρτορας, οἱ δὲ τοὺς στρατηγοὺς λέγοντες· ἐπιχειρεῖ οὖν Δημοσθένης ἐκ τοῦ καιροῦ, εἰ μὲν γὰρ ἦν, φησί, πολέμου καιρός, τοὺς στρατηγοὺς ἂν ἔλεγε, νῦν δέ, οὐχ ὄντος πολέμου, τινὰς ἑτέρους ἢ τοὺς ὄρτορας φησίν·