Ancient Greek
269.2
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 269.2
Unproofread scanNot analysed yet
μὴ εἶναι· ἐξετάζει γάρ, πότερον ὁ νόμος ἐπὶ τῶν ἐλαττόνων ἀμαρτημάτων λέγει μὴ εἶναι δις περὶ τῶν αὐτῶν δίκας, ἐπὶ τηλικούτων δὲ οὐκέτι, ἢ τὸ μὲν ὅρητον δεῖ ψιλῶς ἐπὶ πάντων δέχεσθαι, αὐτὸ δὲ τὸ πρόβλημα τοῦτο δύναται κατὰ ἀμφιβολίαν εἶναι τὴν καθ’ ὁμωνυμίαν, 5 ὥσπερ εἴρηται διὰ τὸ δικας. Αἰτιώμεθα δήπουθεν, ὅτι θαυμαστὸν παρὰ τὰς ἄλλας στάσεις πέπονθεν ἡ μετάληψις, αἱ μὲν γὰρ ἐκ τοῦ φεύγοντος χαρακτηρίζονται, αὕτη δὲ μόνη ἐκ τοῦ κατηγόρου λαμβάνεται· ὁ δὲ Μινουνιανὸς καὶ ἐκ τοῦ φεύγοντος φησι μετάληψιν γίνε- 10 σθαι, οἷον νόμος παρ’ Ἀθηναίοις, τὸν φθεῖραντα χόρην ἐκτινύναι χιλίας δραχμὰς, παρὰ δὲ Λακεδαιμονίοις, ἀποθανεῖν. Λακεδαιμόνιός τις, Ἀθήνησι πρεσβεύων, φθεῖρει χόρην Ἀττικὴν, καὶ κατὰ τὸν νόμον ἐξέτισε τὰς χι- 15 λίας, μετὰ ταῦτα ἐπανελθὼν εἰς Λακεδαίμονα τῷ ἐκεῖ νόμῳ ὑπάγεται· ἀλλ’ ἐνταῦθα δύο ἐστὶ μεταληπτικά· τὸ μὲν τοῦ διώκοντος, καὶ οὐχ ἀλλοχοῦ χρῆ διδόναι τὴν δίχην, ἀλλ’ ἐνθάδε, Λακεδαιμονιὸν σε ὄντα· τὸ δὲ τοῦ φεύγοντος· ἀλλ’ οὐχ ἐβιασάμην ἐνθάδε, Ἀθήνησι δέ· ὄντων δὲ 18 δύο μεταληπτικῶν, τὸ πρωταγωνιστοῦν 29 20 ἐστὶ τοῦ διώκοντος· πότερόν ποτε Ἀθήνησι δεδοχότα τὴν δίχην χρῆ δοῦναι καὶ ἐν Σπάρτῃ, ἢ οὔ· τοῦτο δὲ ἐκ τοῦ κατηγόρου· πρὸς ὅπερ ὁ φεύγων· ἀλλ’ οὐχ ἐνταῦθα βεβίασμαι, ὥστε εὑρίσκεται καὶ τοῦτο τὸ ζήτημα ὑπὸ τὴν τοῦ κατηγόρου πίπτον φωνήν. 25