Ancient Greek
270.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 270.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ γμα, ἵνα μήτε τὰ προσωπικὰ ἔλλειπῇ κεφάλαια, ἃ τινὰ εἰσὶ βούλησις, δύναμις, κοινὴ ποιότης, μήτε τὰ πραγματικὰ, ἅπερ ἐστὶν ἐλέγχων ἀπαίτησις, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία, μήτε μὴν τὰ κοινὰ, ἃ εἰσὶ παραγραφικόν, μετάληψις, ἀντίληψις. Τὸν γὰρ κατὰ φύσιν διαιρεῖ στοχασμὸν, ἐπεὶ τοῦ κατὰ τέχνην ἑτέρα διαίρεσις πρὸς τὴν ἐπιπίπτουσαν ὕλην· ἡ γὰρ τέχνη διδάσκαλος πρὸς τὴν ὕλην, τί μὲν λεκτέον τί δὲ σιωπητέον, καὶ τί μὲν ἐμπίπτει τί δὲ οὐκ ἐμπίπτει. Ἔτι ἴστέον, ὅτι τῶν τοιούτων κεφαλαίων μόνη ἡ μετάληψις ἐστὶν ἰδία τοῦ κατηγοροῦντος, τοῦ δὲ φεύγοντος ἐστὶ τὸ παραγραφικόν, ἢ τῶν ἐλέγχων ἀπαίτησις, ἢ ἀντίληψις, ἢ μετάθεσις τῆς αἰτίας, καὶ ἡ πιθανὴ ἀπολογία, κοινὰ δὲ ἀμφοῖν ἢ βούλησις, ἢ δύναμις, τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἡ κοινὴ ποιότης.