Ancient Greek
273.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 273.3
Unproofread scanNot analysed yet
β) Φύσει γὰρ ἐχθρόν· τοὺς μὲν οἰκείους δούλους οὕτω διαβαλοῦμεν, εἰ δὲ ἀλλότριοι καθ’ ἡμῶν παράγουσιν, εἰ μὲν χωρὶς βασάνων, ἐροῦμεν, ὅτι ἡ χωρὶς βασάνων μαρτυρία οὐκ ἀληθής, πολλοὶ γὰρ ἐάλωσαν ψευδόμενοι, εἰ δὲ μετὰ βασάνων, ὅτι ἐλευθερία αὐτοῖς ἐπήγγελται, εἰ δὲ τῶν ἄλλων οἰκείων τινὲς ἄσιν, ὅτι πονηροὶ τὸν τρόπον καὶ ἀκόλαστοι, ἂν δὲ ἐλεύθεροι ὦσιν ἢ ξένοι ἢ πολῖται, εἰ μὲν πέντητες, ὅτι ῥαδίως χρήμασι διεφθάρησαν, εἰ δὲ πλούσιοι, ἢ πονηροὶ καὶ διαβαλοῦμεν αὐτοὺς κατὰ τοῦτο, ἢ ἐπικειεῖς καὶ ἐροῦμεν, ὡς ἢ διὰ φιλίαν τοῦ κατηγοροῦ ψεύδονται ἢ δι’ οἴκτον, ἢ καὶ ὅτι θαρρῶσιν τῷ πλούτῳ, ὡς οὐδὲν δι’ αὐτὸν πεισόμενοι.