Ancient Greek
274.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 274.3
Unproofread scanNot analysed yet
5 ε) Ἡ βούλησις καὶ ἡ δύναμις· συνῆπται τὰ δύο ταῦτα κεφάλαια, ἐπειδή μὴ δύναται ἕκαστον τούτων ἄνευ τοῦ ἑτέρου ἐξετάσιν ἐπιδέξασθαι, ἀλλὰ θέλει πάντως συννεῖναι ἀλλήλοις, ὁ γὰρ βουλόμενος τι ποιεῖν, μὴ 10δυνάμενος δέ, οὐδὲν κατορθοῖ, καὶ αὐθίς, ὁ δυνάμενος μὲν· μὴ βουλόμενος δὲ οὐκ ἐπιχειρεῖ· καὶ ὅτι ὅπερ ἂν εἰς ἀπόδειξιν ἐπὶ ἑκατέρων τούτων ἐπιχείρημα παραλάβois, καὶ ἐπὶ ἑκατέρου ἀρμόζει.