Ancient Greek
275.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 275.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ καὶ ἀνομοίων· ὁμοίων μὲν, οἷον εἰ τὸν κλοπῆς χωρούμενον καὶ ἄλλοτε τούτῳ ἑαλωκότα ἀποδείξομεν, ἐκ δὲ τῶν ἀνομοίων κατὰ τὸ μείζον, ὅτι τὸν ἱεροσύλον οὐδὲν θαυμαστὸν ἰδιωτικὰ κλέψαι, καὶ κατὰ τὸ ἕλαττον, ὅτι τὸν κλέπτην καὶ ἐπὶ μικροῖς ἀδικήσαντα εἰκὸς καὶ ἐπὶ τὰ 5 μείζω χωρῆσαι καὶ ἱεροσυλῆσαι ἀφ’ ἑκατέρου μέρους· τούτῃ καὶ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος. Ἴδια δὲ βουλῆσεως μὲν ταῦτα προκαταρκτικά, τελικά, τὰ κατὰ σχέσις· προκαταρκτικὰ μὲν, οἷον εἰκὸς βουληθῆναι αὐτὸν ἀνελεῖν, ἐχθρὸς γὰρ ἦν, τελικὰ δὲ, ἡνίκα τὸ κέρ- 10 δος αὐτῷ ἐντεῦθεν ἀποβῆσοασθαι φάσκομεν, κατὰ σχέσιν δὲ, ὅτι φίλῳ χαρίσασθαι ἠβουλήθη ἢ ἐχθρὸν λυπῆσαι· τῆς δὲ δυνάμεως ἴδια τόπος, καιρός, ποιότης τοῦ πράξαντος καὶ παθόντος προσώπου, ὅταν ἀσθενέστερον μὲν τὸν παθόντα, τὸν δὲ πράξαντα ἰσχυρότερον 15 ἀποφαίνωμεν. Ἰστέον δὲ, ὅτι ἐπὶ τὸ ἰσχυρότερον τούτων τελευταὶν χρὴ τὴν ἀπ’ αὐτῶν αὔξησιν. οἷον ἐὰν τῇ δυνάμει μᾶλλον ἰσχύωμεν, τὸ συμπέρασμα πρὸς τὴν δύναμιν ποιησόμεθα, καὶ ἐὰν τῇ βουλῆσει, πρὸς τὴν βούλησιν, ὡς καὶ ὁ Δημοσθένης, 3 „ἀλλ’ ὡ τῶν οὐχὶ βου- 20 λήσεται. “