Ancient Greek
276.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 276.3
Unproofread scanNot analysed yet
β) Γίνεται δὲ καὶ αὔξανεταί· καὶ εἰ ἐκ τῶν αὐτῶν γίνεται, τί διαφέρει ταῦτα τῆς τῶν ἐλέγχων ἀπαιτήσεως; καὶ φαμεν, ὅτι τριῶν ὄντων, ἐκθέσεως, ἀποδείξεως, αὐξήσεως, ἡ μὲν ἐκθεσις ἐν τῇ διηγήσει ἐστίν, ἡ δὲ ἀπόδειξις ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ἡ δὲ αὔξησις ἐν τοῖς ἀπ' ἀρχῆς ἄχρι τέλους. Ἔτι διαφέρει, ὅτι τὰ μὲν ἀπ' ἀρχῆς ἄχρι τέλους ἢ μόνον τοῦ διώκοντος ἐστιν ἢ κοινά, οὐδέποτε δὲ μόνον τοῦ φεύγοντος, ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις ἀεὶ τοῦ φεύγοντος, καὶ ὅτι ἡ μὲν μέρος τῆς πάσης ὑποθέσεώς ἐστι, τὰ δὲ παντὸς ποιεῖται τοῦ πράγματος τὴν ἐξέτασιν, καὶ ὅτι ἐκείνης μὲν μὴ εὐρισκομένης ἐτι συνίσταται ἡ ζήτησις, τῶν δὲ ἐλλειπόντων οὐ συνίσταται, καὶ ὅτι ἡ μὲν εἰς αὐτὸ τὸ ἐγκλημα φέρεται, αὐτοῦ γὰρ ἀπαιτεῖ τοὺς μάρτυρας, τὰ δὲ τῶν ἀποδεικτικῶν σημείων τοῦ ἐγκλήματος ἐστίν.