Ancient Greek
278.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 278.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ πλία, καὶ χρῆνεται τυραννίδος ἐπιθέσεως, ἐνταῦθα γὰρ τῷ μὲν ἀντιληπτικῷ οὐ χρῆσεται, διὰ τὸ προσεχὲς εἶναι τῷ ἐγκλήματι τὸ πεπραγμένον, χρῆσεται δ’ ἀντὶ τούτου τῷ κατὰ ἀντιστροφὴν σχήματι, οἷον οὐχ εἴ τις ὅπλων ἐμπορεῖ, οὗτος πάντως τυραννήσει· ἀεὶ δὲ τὸ ἀντιληπτικὸν βούλεται τὸ σημεῖον τοῦ ἐγκλήματος ἀνεὔθυνον δεῖκνυναι, ἀεὶ γὰρ πρὸς τὸ σημεῖον, οὐ πρὸς τὸ ἐγκλημα φέρεται, καθ’ ὃ καὶ διαφορὰν ἔχει πρὸς τὴν στάσιν τῆς ἀντιλήψεως, ἐκείνη γὰρ αὐτὸ τὸ ἐπιφερόμενον ἐγκλημα ἀνεὔθυνον ἀποδείκνυσιν· κατασκευάζεται δὲ καὶ τοῦτο, ἐξ ὧν καὶ ἡ ἀντιλήψις, ἀπὸ νόμου, ἢ ἦθους, ἢ φύσεως, ἢ τέχνης· ἐὰν δὲ μηδὲν τούτων ἐμπίπτῃ, βιαστικώτερόν πως τῇ ἐξ ἀντιφάσεως τοῦ ἐναντίου μεθόδῳ χρῆστέον, οἷον δεῖξον, ὅπως οὐκ ἔξεστι τοῦδε τι ποιεῖν, τίς ἐκώλυσε νόμος, ποὺς ἀπηγόρευσε νομοθέτης; Ὀνόμασται δὲ ἡ ἀντιλήψις ἀπὸ μεταφορᾶς τῶν ὑπὸ ῥεύματος παραφερομένων, ξύλου δὲ ἢ λίθου ἀντιλαμβανομένων, καὶ διὰ τοῦτο τὴν σωτηρίαν ποριζομένων. καὶ ἔστιν ἀεὶ τοῦ φεύγοντος· τοῦ γὰρ κατηγοροῦ χωμένου τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, κάκειθεν πειρωμένου ὑπεὔθυνον δεῖκνυναι τὸν φεύγοντα, τῇ ἀντιλήψει ὁ φεύγων χρῆται.