Ancient Greek
280.3 to 280.21
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 280.3-21
Unproofread scanNot analysed yet
5 ὅλων διήκει τῶν ὑποκειμένων· διὰ μὲν τῆς χιόνος ἡ λευκότης, διὰ δὲ τῆς πίσσης ἡ μελανίς, διὸ εἰ καὶ οἰκείαν χώραν ἔχει τὸ κεφάλαιον τοῦτο, ἐνθα καὶ ἀκριβῶς ἐξετάζεται, ἀλλ’ οὖν καὶ ἐν παντὶ τῷ λόγῳ κατὰ βραχύ τε καὶ μερικῶς ἐγκατέσπαρται, ὡςπερ καὶ τὰ ἀπ’ ἀρχῆς 10 ἄχρι τέλους, πρὸς ἅπερ τὸ χρῶμα τοῦτο φέρεται· διαφέρει δὲ πρὸς τὴν ἀντίληψιν, ὅτι ἐκείνη μὲν τὰ πεπραγμένα ἐξεῖναι λέγει, οἷον ἐξῆν μοι παρεστάναι, καὶ ἐξῆν διατρίβειν ἐπ’ ἐρημίας, ἡ δὲ μετάθεσις οὐκ ἐπὶ τῶν πεπραγμένων, ἀλλὰ τῶν ὑπονοουμένων γίνεται, ὧν γὰρ 15 τρόπον τὸ εἰ ἐφόνευσεν ὑπονοεῖται, οὕτω καὶ εἰ ἐπὶ τῷ θάμῃ παρίστατο. Ἐπεὶ δὲ καὶ ἡ μετάθεσις τῆς αἰτίας καὶ ἡ βούλησις τὴν γνώμην ἐξετάζουσι τοῦ φεύγοντος, σκοπητέον, τίνι διαφέρουσι· διαφέρουσι δὴ, πρῶτον μὲν, ὅτι ἡ βούλησις κοινὴ ἐστιν, ἡ δὲ μετάθεσις μόνη 20 τοῦ φεύγοντος· δεύτερον, ὅτι ἡ μὲν βούλησις καὶ τοῦ προτέρου βίου ποιεῖται ἐξέτασιν, καὶ καθολικωτέραν τινὰ τῆς γνώμης βάσανον ἔχει, ἡ δὲ μετάθεσις τοῦ παρόντος ἀντέχεται μόνον· τρίτον, ὅτι ἡ μὲν βούλησις πρὸς τὸ ἐγκλημα φέρεται, οἷον, οὐκ ἂν ἠβουλήθην φονεύ- 25 σαι, ἡ δὲ μετάθεσις πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι οὐ τοῦδε χάριν παρίσταμην· τέταρτον, ὅτι ἡ μὲν βούλησις καὶ κατὰ διαπόρησιν γίνεται, οἷον, διὰ τί γὰρ ἂν ἐφόνευσα, δι’ ἐχθραν, ἀλλ’ οὐκ ἐχθρὸς ἦν καὶ τὰ τοιαῦτα· ἡ δὲ μετάθεσις ἀποφαντικῶς, ὅτι τοῦ θάμῃ 30 χάριν παρίσταμην καὶ δι’ ἔλεον καὶ οἴκτον. β) Εἰδέναι δὲ δεῖ· οἷον ἐπὶ τοῦ βοησαντος „Θαρσεῖτε, ᾧ δεσμῶται,“ κατὰ ῥητὸν καὶ διάνοιαν ὀφείλοντος ἐξετάζεσθαι, ὅμως ἐστὶ καὶ τὸ συγγνωμονικὸν ἐμ-