Ancient Greek
290.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 290.3
Unproofread scanNot analysed yet
5 δ) Διπλοὺς τέλειος· παρὰ τὰ τοιαῦτα εἴδη τῶν στοχασμῶν εὑρίσκεται καὶ ἕτερα, οἷον τὸ μονομερὲς, ὅταν δύο μὲν ἔχῃ τοὺς φεύγοντας, ἕνα δὲ τὸν κατήγορον, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἠχοντες ἀπὸ τῆς περὶ τὸν Φίλιππον πρεσβείας εὑρίσκεται, ὁ μὲν χρυσίον κατορύττων, 10 ὁ δὲ λόγον παραπρεσβείας γεγραφώς, καὶ κρίνει αὐτοὺς Ὑπερίδης προδοσίας· ἕτερον, ὅταν ἐν πρόσωπον ἐπὶ δύο πράγμασι κρίνηται, ὁμοίοις ἢ διαφόροις· διαφόροις μὲν, ὡς τοῦτο· ἀνὴρ καὶ γυνὴ τὴν αὐτὴν νόσον ἐνόσουν, δέδωκέ τις ἰατρὸς ἀμφοτέροις τὸ αὐτὸ φάρμακον, τοῦ ἀνδρὸς τελευτήσαντος τὴν γυναῖκα ἔγημε, καὶ κρίνεται μοιχείας καὶ φόνου. Ὁμοίως δὲ, οἷον πέντητος δολοφονηθέντος ἐκήρυξεν ὁ δῆμος τῷ μηνύσοντι τὸν φόνον χιλίας δόσεσιν, ἀντεκήρυξεν ὁ πλούσιος δόσεσιν διςχιλίας, εἰσῆλθέ τις αὐτὸν μηνύσων, ὁ δὲ αὐτὸν εἰς τὴν ὑστεραίαν ἀνεβάλετο, εὑρίσκεται καὶ αὐτὸς δολοφονηθείς, καὶ κρίνεται ὁ πλούσιος ἐπ’ ἀμφοτέροις. Ἕτερον τὸ κατ’ ἀμφισβήτησιν, ὅπερ οὐκ ἔχει γεγονός τι ὑπὸ τῶν προσώπων, ἀλλ’ ἐξωθέν τι συμβεβηκός, οἷον ἀτελὴς παῖς ἀπεδήμησε· φήμη ἐγένετο, ὡς ἐτελεύτησε, καὶ ἀμφισβητοῦσι περὶ τοῦ 25 κλήρου οἱ τε ἐπίτροποι καὶ οἱ κληρονόμοι· ἐνταῦθα σημεῖον οὐδὲν προφέρεται παρ’ αὐτῶν, ἀλλὰ τὴν φήμην διῖσχυρίζονται. Ἕτερον καὶ αὐτὸ κατ’ ἀμφισβήτησιν ἀπὸ δύο προσώπων διαφόρων καὶ δύο πραγμάτων, οἷον τύραννος ἐνόσει, ὑποπτεύσας τὸν ἴδιον ἰατρὸν μετεκαλέσατο ξένον· ἀνελθὼν δέδωκε φάρμακον ὡς ἀλεξιφάρμακον, κατελθὼν ἔφη τεθνηξέσθαι, τέθνηκε καὶ ἀμφισβητοῦσι περὶ τῆς δωρεᾶς. Εἰσὶ δὲ καὶ ἕτεροι συμπεπλεγμένοι καλούμενοι στοχασμοὶ διὰ τὸ ἕτεραις στάσεσι συμ-