Ancient Greek
303.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 303.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ λέγων, οὐχ ἠφάμην τῶν ἀναθημάτων, οὐχ ἐνύβρισα τοῖς ἱεροῖς· τῇ δὲ τοιαύτῃ μεθόδῳ καὶ ἐπὶ παντὸς ὄρου χρηστέον. Δυνάμεθα δὲ καὶ ἀντιφατικῶς οὕτως εἰπεῖν, εἰ ὁ χρήματα ἱερὰ ὑφελόμενος ἱερόσυλος, ὁ ἰδιωτικὰ κλέψας οὐχ ἱερόσυλος· καὶ πάλιν ἐκ τοῦ ἐναντίου· εἰ ὁ χρήματα ἱερὰ ἐξ ἰδιωτικῆς κλῆρας οἰκίας ἱερόσυλος, οὐκοῦν ὁ ἐξ ἱεροῦ ἰδιωτικὰ κομισάμενος οὐχ ἱερόσυλος. Ἰστέον δέ, ὅτι ἐν μὲν τῷ στοχασμῷ κατὰ τὸ μέσον τῶν κεφαλαίων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τίθεται, ἐν δὲ τῷ ὄρῳ κατ’ ἀρχάς· ὁ μὲν γὰρ στοχασμὸς ἀφανὴς ὢν, ἀδυνάτους ἔχει τὰς κατηγορίας, ὁ δὲ ὄρος καὶ αἱ λοιπαὶ στάσεις φανεραὶ οὖσαι δυνατὰς ταύτας ἔχουσιν.