Ancient Greek
306.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 306.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἔρει, ὅτι ὡς περὶ ἴσων καὶ τῶν αὐτῶν διενόηθη ὁ νομοθέτης, ὁ δὲ τοῦναντίον, ὅτι οὐχ ὡς περὶ ἴσων, ἀλλὰ πολὺ διεστηκῶν. Ἔφασαν14 δὲ τινες, δεῖν τὸ κεφάλαιον τοῦτο μετὰ τὴν πηλικότητα καὶ τὸ πρὸς τι τετάχθαι· ἢ γὰρ τοῦ νομοθέτου γνώμη, φασίν, ὥσπερ ἐπισφράγισμα καὶ βεβαίωσις τῶν εἰρημένων πάντων ἐστί· φαμεν οὖν, ὅτι τῶν κεφαλαίων τὰ μὲν ἐστὶ πιστωτικά τε καὶ ἀποδεικτικά, ὧν καὶ ἡ γνώμη τοῦ νομοθέτου, τὰ δὲ αὐξητικά, ὡς ἡ πηλικότης καὶ τὸ πρὸς τι· τὰ τοίνυν αὐξητικὰ καιρὸν ἔχει μετὰ τὴν ἀπόδειξιν· ἐπεὶ τοι πρὶν ὅλως ἀποδειξαί αὔξειν ἐθέλειν ὑπόχωρον, πλὴν εἰ μὴ κατὰ τινα καιρὸν γένοιτο τοῦτο, ὡς ἐν τῷ περὶ μεθόδου δεινότητος εἰσόμεθα· γνώμην δὲ νομοθέτου καλεῖ πᾶν τὸ ἐν ῥήτῳ εὕρισκόμενον ἀπὸ τοῦ κυριωτέρου, τούτεστιν οὐ μόνον ἐν νόμῳ, ἀλλὰ καὶ ἐν ψήφισματι, ἐν διαθήκῃ καὶ ἐπιστολῇ· τοῦτο δὴ οὖν τὸ ῥητὸν εἰ μὲν πρὸς ἡμῶν ἐστι, μετὰ τὴν ἀνάγνωσιν αὐτοῦ οὐκ εὐθὺς ἀφιστάμεθα, ἀλλὰ κατὰ λέξιν αὐτὸ διερευνώμεθα καὶ ἐξετάζομεν, ὡς ἐν τῷ κατὰ Ἀριστοχάρτους15· „ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δέ“ καὶ ἐξῆς· εἰ δὲ πρὸς τῶν ἐναντίων, τὴν μὲν κατὰ μέρος ἐξέτασιν παραιτησόμεθα, καθολικῶς δὲ ὅλην τὴν γνώμην τοῦ νομοθέτου πρὸς τὸ ἡμῖν συμφέρον στοχαστικῶς ἐξηγησόμεθα, ὡς ἐν τῷ περὶ στεφάνου Δημοσθένης τὴν Φιλίππου ἐπιστολὴν ἐξηγήσατο.