Ancient Greek
310.25
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 310.25
Unproofread scanNot analysed yet
α) Ὡσπερ δὲ τῶν ὄρων· οἱ μὲν εἰσι κατ’ ἀξ- ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τησιν, οἱ δὲ κατὰ κρίσιν· καὶ ἐπὶ τῶν κατ’ αἴτησιν οἱ μὲν 2 ἁπλοῖ, οἱ δὲ κατ’ ἀμφισβήτησιν· καὶ τῶν κατὰ κρίσιν ὁμοίως τὸ μὲν τι ἁπλοῦν, τὸ δὲ διπλοῦν· τὰ μὲν οὖν ἄλλα ἐφ’ ἑαυτῶν ἀδιαίρετα μένει, τὸ δὲ κατὰ φύσιν 3 διπλοῦν ὑποδιαιρεῖται τετραχῇ εἰς τὸν ἀντονομά- 5 ζοντα, εἰς τὸν κατὰ σύλληψιν, εἰς τὸν ἐμπίπτοντα, καὶ εἰς τοὺς δύο καλουμένους ὅρους. 4 Τοῦ μὲν οὖν κατ’ αἴτησιν ἁπλοῦ παραδείγμα ὁ φιλόσοφος ὁ τῶν 5 τύραννον πείσας καταθέσθαι τὴν τυραννίδα· καὶ τὴν δωρεὰν αἰτῶν· τὸ δὲ κατ’ ἀμφισβήτησιν τόδε· ὅτωρ εἶπε κα- 10 τὰ τυράννου λόγον· ἀκούσας δορυφόρος ἀνεῖλε τὸν τύραννον, καὶ περὶ τῆς δωρεᾶς ἀμφισβητοῦσιν ἐκάτεροι· τοῦ δὲ κατὰ κρίσιν ἁπλοῦ, ὁ τὸν εὐνοῦχον ἀνελὼν ὡς 6 ἐπὶ μοιχείᾳ· τὰ δὲ τῶν διπλῶν Ἑρμογένης ἐκτίθησιν· ὁ μέντοι κατ’ ἀμφισβήτησιν ὁ αὐτὸς ἐστὶ τῷ κατὰ πρόσω- 15 πα διπλᾷ, διαφέρει δὲ ὁ κατὰ αἴτησιν ὅρος τῆς κατὰ αἴτησιν πραγματικῆς τῷ τὸν μὲν ὅρον περὶ τῆς ἰδιότητος ζητεῖν, τὴν δὲ πραγματικὴν περὶ τῆς ποιότητος· καὶ ὅτι ἐν μὲν τῷ ὅρῳ περὶ τοῦ δοῦναι ἢ μὴ ἡ ζήτησις γίνεται, ἐν δὲ τῇ πραγματικῇ τὸ μὲν ὅλως ὀφείλειν δοῦναι τινα 20 δωρεὰν ὁμολογεῖται· περὶ δὲ τοῦ ποίαν τινὰ ἡ ζήτησις γίνεται, οἷον εἴ τις ἀνελὼν τύραννον ἀξιοῖ τὴν οὐσίαν αὐτοῦ λαβεῖν, καὶ ὅτι ἐν μὲν τῷ ὅρῳ ἄτελὲς τὸ πεπραγμένον, ἐν δὲ τῇ πραγματικῇ τέλειον. Καὶ πρῶτός γε ἐστι· πρῶτος οὐ κατὰ φυσικὴν τινα τάξιν, ἀλλ’ ὡς ἐτυ- 25 χεν αὐτοῖς Ἑρμογένης παρέλαβεν. Τοῦτον ὁμοίως.