Ancient Greek
331.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 331.3
Unproofread scanNot analysed yet
δ Ἡ μετάληψις· ἢ μετάληψις πρὸς τὴν ἀντίθεσιν φέρεται, πᾶσα γὰρ ἀντίθεσις μεταλήψει λύεται· δύο δὲ οὐσῶν μεταλήψεων ἐν ταῖς ἀντιθετικαῖς, τῆς 15 μὲν ἀπὸ τοῦ πράγματος, τῆς δὲ ἀπὸ τοῦ προσώπου, ἡ ἀπὸ τοῦ πράγματος διχῇ γίνεται, ἢ κατὰ αὐτὸ τὸ πρᾶγμα, ἢ κατὰ τὸν τρόπον τοῦ πράγματος· οἷον ὅτι οὐκ ἔχωμ τόδε τι ὅλως πραχθῆναι, ἢ οὐχ οὕτως ἔχωμ, καὶ τρόπους εἰσάξομεν ἑτέρους, δι’ ὧν ἐξῆν τὸ δέον πράτ- 20 τειν χωρὶς τοῦ δεινόν τι ἐργάσασθαι· οἷον παραίνειν ἔδει, τύπτειν, ἀποκηρύττειν, ἀλλ’ οὐ φονεύειν· εἶτα ἐν ὑποδιαίρεσι τὴν αἰτίαν συστήσομεν, δεικνύντες, τί μὲν ἀγαθὸν ἀπέβαινεν, εἰ, ὡς ὑμεῖς φαμεν, ἐπράχθη, τί δὲ φαῦλον ἐκβέβηκε, δι’ ὧν ἐπράξεν ὁ φεύγων. 25