Ancient Greek
333.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 333.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ δὲ συγγνώμη, ὅτι χρή τὸ κοινὴ συμφέρον· πρὸ τοῦ ἰδίου· τίθεσθαι. Ἡ ἑτέρα μετάληψις· ἐλέγομεν τὴν μετάληψιν διχῇ φέρεσθαι, πῇ μὲν πρὸς τὸ πρᾶγμα, καὶ εἴρηται ὡς· πῇ δὲ πρὸς τὸ πρόσωπον, ὡσπερ ἐνταῦθα· τὸ πρόσωπον γὰρ μεταλαμβάνει ὁ κατήγορος, λέγων οὐ σὲ 5 ταῦτα ποιεῖν ἐχρήν, καὶ ἐξῆς. Ἡ ἀντίληψις· πῶς ὁμολογῶν ἐγκλημα εἶναι τὸ πεπραγμένον ἀντιλήψει δύναται χρήσθαι, τυραννικὸν γὰρ δοκεῖ, ἀλλ’ οὐχ αὐτῷ τῷ πεπραγμένῳ προσάγει τὴν ἐξουσίαν, ἀλλὰ τῷ ἑαυτοῦ προσῶπῷ ἀξίωμα ἔχοντι, ὅτι ὁ στρατηγός. Ἐπειράσθη- 10 σαν δὲ τινες. Τὸ χωρίον ὅλον πρὸς Μινουχιανὸν ἀποτείνεται, ἐκεῖθεν γὰρ ταῦτα εἴδη ἐτεχνόλογει. κατὰ τὸ δημόσιον, ὡς ὁ τὸν λιμένα χώσας· κατὰ τὸ ἰδιωτικόν, ὡς ὁ τὸν ἵππον βαλὼν, τὸν ἐκφέροντα ἐπὶ τοὺς πολεμίους τὸν ἀναβάτην· κατὰ τὸ μικτόν, ὡς τὸ πρὸ ὀλίγου τεθὲν 15 παράδειγμα τοῦ αἰτήσαντος τυράννου τὸ ὡραῖον μειράκιον ἐξ ἀστυχείτονος πόλεως· ἰδιωτικὸν μὲν γὰρ ἐστι, καθ’ ὃ φραῖ ἂν ὁ πατὴρ αἰσχύνης ἀπηλλάχθαι τὸ μειράκιον· δημόσιον δὲ τῷ πολιορκίας ἠλευθερωθῆναι τὴν πόλιν· ἀνασκευάζει δὲ τὸν λόγον κατὰ τε τὸ ἀσύμφρονον 20 καὶ ἀδύνατον, ὡς περιττὸν τοῖς περὶ διαιρέσεως γράφουσι παραλαμβάνειν εἴδη μηδεμίαν ἔχοντα διαφοράν περὶ τὴν τῶν κεφαλαίων διαίρεσιν· κατὰ δὲ τὸ ἀδύνατον, ὅτι τὸν μὴ πρότερον τὰς ὑποθέσεις καὶ τὰ κεφάλαια ἐπιστάμενον οὐχ οἷόν τε τὸ ἰδιωτικὸν καὶ δημόσιον γνώ- 25 σκειν τί τέ ἐστι καὶ διὰ τίνων προσάγεται· τὸ δὲ αὐτὸ ἄμαρτημα· τούτου καὶ κατὰ τὴν ἀρχὴν τῆς πραγματείας ἐμνήσθη, πρὸς Μινουχιανὸν φερόμενος, ἐνθα ἐλεγεν· εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου καὶ ἐξῆς· καὶ γὰρ ἐν τῷ περὶ διαιρέσεως οἱ περὶ Μινουχιανὸν καὶ 30 εἴδους καὶ τρόπου ἐμνήσθησαν, πάντα συγχέοντες· οὐ μόνον δὲ κατὰ τὸ περιττὸν καὶ ἀδύνατον ἐνεστὶν ἀνατρέπειν τὰ τοιαῦτα εἴδη, ἀλλὰ καὶ ὅτι τὸ ἰδιωτικὸν καὶ