Ancient Greek
335.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 335.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ Περί πραγματικῆς. α) Ἡ πραγματική. Πραγματικὴ ὀνόμασται, καθότι πάντων ἐστὶ περιεκτικὴ τῶν πραγμάτων, τὰ τελικὰ τῶν εἰδῶν τῆς ῥητορικῆς λαβοῦσα κεφάλαια, τὸ δίκαιον, τὸ συμφέρον, καὶ τὸ καλόν· ἀνάγκη γάρ, ὅτι ἂν εἴποι τις πρᾶγμα, ὑφ’ ἑν τι τούτων ἀνάγεσθαι· καὶ ἄλλως· ὅτι μετέχει τοῦ δικανικοῦ κατὰ τὸ δίκαιον, καὶ τοῦ πανηγυρικοῦ, ταῖς κατ’ ἀμφισβήτησιν στάσεσι τὸ πανηγυρικὸν ἐπίπτει· ἀλλὰ καὶ τῆς ποιότητος τῶν πραγμάτων εἰς τὰ παρεληλυθότα καὶ μέλλοντα διαιρουμένης, αἱ μὲν ἄλλαι πᾶσαι στάσεις τὸ παρεληλυθὸς ἐξετάζουσιν, αὕτη δὲ μόνη τὸ μέλλον ἐπισκοπεῖ, ἕσθ’ ὅτε δὲ καὶ τῶν γεγορότων ἐφάπτεται, πρὸς κατασκευὴν τῶν μελλόντων· διὰ ταῦτα οὖν πάντα μεγίστην περὶ τὰ πράγματα ἰσχὺν ἔχουσα πραγματικὴ ἐξαιρέτως προσηγορεύθη. Ἱστέον δέ, ὅτι τῶν στάσεων αἱ μὲν εἰσὶ λογικαί, αἱ δὲ νομικαί, αἱ δὲ μικταί· λογικαὶ μὲν ἐπτά· νομικαὶ δὲ τέσσαρες, μικταὶ δὲ δύο, πραγματικὴ καὶ μεταληψις, αἱ καὶ εἰκότως ὡς μίγμα ἑκατέρων τῶν ἄκρων οὖσαι καὶ μεταξὺ ἐκείνων ἐτέθησαν. Ἔτι ἱστέον, ὡς ἐν μὲν τῇ μεθόδῳ τὴν πραγματικὴν προέταξε τῶν δικαιολογικῶν, ἐν πάσῃ γὰρ διαιρέσει τὰ ἀπλὰ δεῖ τῶν πολυσχιδῶν προτιθέναι· ἐνταῦθα δέ, οὐκέτι τοῦ διαιρετικοῦ κατεπειγόντος λόγου, τὴν κατὰ φύσιν αὐτῇ προσήκουσαν τάξιν ἀπένειμε.