Ancient Greek
337.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 337.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τοῦναντίον· 11 ἰστέον μέντοι, ὡς καὶ ἐν τῇ ἀγραφῷ 12 ἐμπίπτει ἕσθ’ ὅτε ῥητόν, ὡς καὶ ἐπὶ τῆς ἀποκτεινάσης γυναικὸς τύραννον τὸν ἄνδρα, καὶ αἰτοῦσης εἰς τὴν δωρεὰν τὴν σωτηρίαν τῶν τέκνων, νόμου ὄντος τῷ τυράννῳ συναποθνήσκειν τὰ τέκνα· ἐνταῦθα γὰρ κεῖται μὲν τὸ 13 ῥητόν, ἀλλ’ ἐπεὶ οὐ περὶ αὐτοῦ ἡ ζήτησις ἐστιν, εἰ 14 ἔννομον, εἰ δίκαιον, ἀλλὰ περὶ τὴν ποιότητα τῆς δωρεᾶς, πότερον, 15 ἢν αἰτεῖ δωρεάν, δεῖ λαβεῖν αὐτὴν 16 ἢ ἑτέραν, ἡ ζήτησις ἄγραφός ἐστι πραγματική. Ἔστι 17 δὲ καὶ ἐν τῇ ἀγραφῷ τὸ ἕθος εὑρεῖν ἀντὶ νομίμου παραλαμβανομένου. Ἐζητήται 18 δὲ, διατί ἐπὶ μὲν τῶν ἄλλων στάσεων μετὰ τὰ κεφάλαια παραλαμβάνει τὰ εἰδῆ, ἐνταῦθα δὲ πρὸ τῶν κεφαλαίων· καὶ φαμεν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων στάσεων τὰ εἴδη ὑφ’ ἓν καὶ τὸ αὐτὸ γένος ἀνάγεται, οἷον τοῦ στοχασμοῦ τὰ εἴδη πάντα ἐστὶ λογικά, καὶ πάλιν τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἅπαντα νομικά, τὰ δὲ τῆς πραγματικῆς οὐχ οὕτως, ἀλλ’ ὑπὸ διάφορον ἀνάγεται 19 γένος, τὸ ἔγγραφον δηλαδή καὶ τὸ ἄγραφον, ὧν τὸ μὲν ὑπὸ τὰς νομικὰς πίπτει, τὸ δὲ ὑπὸ τὰς λογικάς· προτέραν οὖν τὴν περὶ αὐτῶν ἐπίσκεψιν ἐποίησατο, ἅτε 20 πολὺ διεστηκότων καὶ κατ’ ἀρχὰς δεομένων διαστολῆς, ὅπως ἂν σαφῇ τὰ τῆς διαιρέσεως γένηται. 21 Ἰστέον δὲ, ὡς Ἑρμαγόρας ὁ νεώτερος καὶ Μη-