Ancient Greek
338.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 338.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ τροφάνης ἰδίᾳ περὶ πραγματικῆς μονόβιβλον ἑκάτερος συντάξαντες ὡς γένῃ παραλαμβάνουσι τὸ ἐγγραφὸν τε καὶ ἄγραφον· εἰς εἴδη γὰρ ἑτέραν τομὴν ἐποίησαντο· ἀλλ’ ὁ μὲν Ἑρμαγόρας οὐ μέχρι πολλῶν, ὁ δὲ Μητροφάνης ἄχρι πέντε καὶ εἴκοσι προῆλθεν εἰδῶν, περὶ ὧν ἤδη λεκτέον, ὡς καὶ τῶν Ἑρμαγόρου ἐν αὐτοῖς περιεχομένων. Διέλε τοίνυν τὴν μὲν ἐγγραφὸν εἰς εἴδη ἑπτά, τὴν δὲ ἄγραφον εἰς ὀκτωκαιδέκα· πρῶτα δὲ λεγέσθω τὰ τῆς ἐγγράφου, καὶ ἔστι ταῦτα, νόμου εἴσφορα ψιλὴ ,νόμου εἴσφορα μετὰ περιστάσεως, νόμου μέρους ἀναίρεσις, νόμου μέρους προσθήκη, ψηφίσματος εἴσφορα ψιλὴ, ψηφίσματος εἴσφορα μετὰ προσκοπῆς ἐγγράφου δίχα ἀναιρέσεως· ψηφίσματος εἴσφορα μετὰ προσκοπῆς ἐγγράφου καὶ ἀναιρέσεως. Νόμου μὲν εἴσφορα ψιλὴ, οἷον ὁ πρὸς Λεπτίνην· πολλῶν ἀτελείας ἐπειλημμένων εἰσφέρει Λεπτίνης νόμον, μηδένα εἶναι ἀτελῆ· νόμου εἴσφορὰ μετὰ περιστάσεως, οἷον νόμος τὸν ὑβρίζοντα χιλίας ἐκτινύναι· πένης καὶ πλούσιος ἔχθροὶ τὰ πολιτικά· ὑβρισε τρις ὁ πλούσιος τὸν πέντη, καὶ τὰς τρισχιλίας ἐξέτισε· μετὰ ταῦτα ὁ πένης νομοθετεῖ, μηκέτι περὶ χρηματα ὑπέχειν εὐθύνας τὸν ὑβρίζοντα· ἐνταῦθα δὲ ἰστέ-