Ancient Greek
345.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 345.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ σιν οἱ παῖδες μαστιχθέντες ὑπ’ αὐτοῦ, καὶ προσαγγέλλει αὐτὸν ὁ δεσπότης. 89 ἀλλοτρίου δὲ οἰκέτου προσαγγελία, κατὰ τινα περίστασιν ἰδίου γενομένου, οἷον ἔχων τις οἰκέτην ἐράσθη ἑταίρας, ἐδωρήσατο τῇ ἑταίρᾳ τὸν οἰκέτην· ἡ δὲ ταῖς θύραις αὐτὸν ἐπέστησεν· ἐπελθόντα τὸν δεσπóτην οὗτος οὐ μόνον οὐκ εἰσδέχεται, ἀλλὰ καὶ στὰς ἐνδοθεν 90 ἐνουθέτησε. καὶ σωφρονήσαντος ἐκείνου προσαγγέλλει τὸν οἰκέτην ἡ ἑταῖρα, καὶ ὁ δεσπότης ὡς ἰδίου ἀντέχεται· ἡ δὲ ζήτησις ἐνταῦθα γίνεται κατὰ τὴν ποιότητα τοῦ δόντος, ὅτι ἑρῶν ἔδωκε, καὶ τῆς εἰληφυίας, ὅτι ἑταῖρα, καὶ ἐπὶ πράξει ἔλαβεν οὐκ ἐπαινουμένη. 91 Κατὰ δὲ ἐπικλήρου διαδικασίαν, οἷον ἠράσθη τις ἀνεψιᾶς αὐτοῦ· προσελθὼν τῷ πατρὶ τῆς παιδὸς διελέχθη περὶ τοῦ γάμου· ὁ δὲ θάττον ἔφη τεθνῆξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι· μεταξὺ τελευτήσαντος τοῦ πατρὸς κατὰ τὸν νόμον τῶν ἐπικλήρων ἀξιοῖ λαβεῖν τὴν παῖδα, καὶ ἀντιλέγουσιν οἱ ἀχιστεῖς· ταῦτα92 μὲν τὰ εἴδη παραδίδωσι Μητροφάνης· ἕτεροι δὲ τούτοις προστιθέασι τὸ κατὰ ψιλὴν εἰσίγησιν, τὸ κατὰ ἀποκήρυξιν, τὸ 93 κατὰ συμπλοκὴν τῶν ἄλλων στάσεων· τὸ 94 μὲν κατὰ ψιλὴν εἰσίγησιν, οἷον βουλεύεται Ἀλέξανδρος διαβῆναι 95 τὸν