Ancient Greek
346.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 346.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ Γάγγην· κατὰ ἀποκήρυξιν δέ, οἷον ὑπεισῆλθέ τις τῷ πατρὶ ὡς ἀναιρήσων· αὐτόν, μετεβάλετο τῆς γνώμης, καὶ ἀξιώσας τὸν πατέρα ἐνωμότως ὑποσχέσθαι, ὡς οὔτε ἀποκηρύξει, οὔτε κατηγορήσει, ἔτυχε τῆς αἰτήσεως· μετὰ ταῦτα ὁ πατὴρ ἀποκηρύττει, καὶ ἀντιλέγει ὁ παῖς. Ἰστέον δέ, ὅτι πᾶσα μὲν ἀποκήρυξις κατὰ πραγματικὴν γίνεται· ἐπιδέχεται δὲ καὶ ἑτέρας ἐπιπλοκὴν στάσεως· καὶ ταῦτα μὲν τὰ ῥηθέντα εἴδη εἰεν ἂν πραγματικῆς· τὸ δὲ κατὰ συμπλοκὴν τῶν ἄλλων στάσεων οὐκ ἂν εἴδος εἴη· ἢ γὰρ ἂν ἡμῖν ἐπ’ ἄπορον ἐξενεχθείη ὁ λόγος· τινὲς δὲ τὰ παρὰ τοῦ Μητροφάνους ἔγραφα εἰς ἕν συνάγουσι· τὸ τε γὰρ κατὰ νόμον καὶ ψήφισμα καὶ χῆρυγμα καὶ συνθήκην καὶ διαθήκην ἑνὸς εἴδους φασιν ὡς ἀπὸ ῥητοῦ τὴν ἀρχὴν εἰληφότα· οὐκ ἐμνήσθη δὲ τῶν ῥηθέντων εἰδῶν ὁ τεχνικός, ὅτι περὶ διαίρεσεως αὐτῶ τῶν κεφαλαίων ἡ πραγματεία· ταῦτα δὲ οὐδεμίαν διαφορὰν περὶ τὴν διαίρεσιν ἔχει. Τὸ τοίνυν νόμιμον· περὶ τῆς ἐγγραφφονἀναβάλλεται τέως· ἐν ταῖς νομικαῖς γὰρ, φησί, τὴν ταύτῆς γνωσόμεθα δύναμιν· οὐ γὰρ ἐνεδέχετο ἡμᾶς ταύτην γνῶναι, πρὸ τοῦ τὰς νομικὰς στάσεις μαθεῖν. Ἰστέον δέ, ὅτι Πορφύριος καὶ ἑτέρα κεφάλαια ἐν τῇ πραγματικῇ παρέλαβε, πηλικότητά τε καὶ πρὸς τι. Βραχείαν μέντοι ταῦτα δύναμιν ἐνταυθοῖ κέκτηται· ἐν τῇ ἀγράφῳ δὲ τὸ εἶδος τὴν τοῦ νομίμου τάξιν ἀναπληροῖ· τρία γὰρ τινὰ περίστασιν, τοῦτο δὲ ψιλὴν εἰσῆγουν, καὶ ἀληθὴς ὁ λόγος καὶ παραδέχομαι, κατὰ ἀποκήρυξιν δέ, οἷον ἐπεισῆλθέ τις. μετεβάλλετο. οὐδὲ —οὐδέ. ὅτι μὲν γὰρ πραγματικὴν ἔχει στάσιν, καταφανές· ἐπεισφέρεται δὲ καὶ τὸ τοιοῦτον εἶδος οὐκ ἀμέσως· διὸ οὐδὲ πρὸς τοῦτο ἐνίσταμεθα· τινὲς μέντοι καὶ πᾶσαν ἀποκήρυξιν πραγματικῆς εἶναι μόνως ἠβουλήθησαν στάσεως οὐ καλῶς οἰηθέντες· γίνεται γὰρ καὶ καθ’ ἑτέραν, πλὴν ἐκ τῆς πραγματικῆς ἀεὶ λαμβάνουσα τὴν ἀρχήν· ὥστε πᾶσα μὲν ἀποκήρυξις.