Ancient Greek
348.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 348.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ προσώπου, ὅτι καὶ παρ’ Ἀθηναίοις, τοῖς σοφωτάτοις τῶν Ἑλλήνων· ἐκ πράγματος, ὅτι καὶ περὶ τῶν μεγίστων διαχορεύει, οἷον εἰρήνης ἢ πολέμου· ἐκ τοῦ καιροῦ, ὅτι νῦν αὐτῷ μάλιστα χρηστέον, ἵνιχα τυχὼν Φίλιππος Ἑλλάδα τε καὶ καταλάβῃ. Πλατύνεται δὲ ἐκ δυοῖν τρόπων, ἐκ τε ἐγκωμίου τοῦ τεθεικότος τὸν νόμον, οἷον ὅτι Σόλων ἐστὶ, καὶ ἐκ τῆς τῶν χρημένων ὠφελείας, ὅτι πλεῖστα τὴν πόλιν ὠφελήσει τε καὶ ὠφελήσει. Ἐν δὲ τῇ ἀγραφῇ τὸ ἔθος. Διαφέρει νόμος ἔθους, τῷ τὸ μὲν ἄγραφον εἶναι, τὸ δὲ ἔγγραφον κατασκευάζεται· δὲ τὸ ἔθος ἢ ἐκ τῶν προγόνων, ὅτι καὶ οἱ πρόγονοι τοῦτο ἐπράττον, ἢ ἐξ ἡμῶν αὐτῶν, ὅτι τοιούτων ἐπράξαμεν ποτε, καὶ σύνηθες ἡμῖν· εἰ δὲ οἰκείων ἀποροῦμεν παραδειγμάτων, τοῖς ἐθνικοῖς χρησόμεθα, οἷον ὅτι καὶ Λακεδαιμόνιοι καὶ ἄλλοι τινὲς τοῦτον πολιτεύονται τὸν τρόπον· ἐτι κατασκευάζεται καὶ ἐξ ὧν τὸ νόμιμον κατασκευάζεσθαι ἐφαμεν· ἀνατρέπεται δὲ τοῖς ἐναντίοις ὧν κατασκευάζεται· οἷον ὅτι οὐκ ἀκολουθητέον τοῖς προγόνοις ἐν τούτῳ· διάφοροι γὰρ ἐκείνων καὶ ἡμῶν οἱ καιροί· ἢ ὅτι οὐ δεῖ μιμεῖσθαι τὰ Λακεδαιμονίων ἢ βαρβάρων ἔθη, ὡς Ἀριστείδης λέγων εἰς Περικλέα, „ὦ παῖ Ξανθίππου, μὴ τοὺς Γίγαντας μιμώμεθα, οἱ λέγονται τοξεύειν εἰς τὸν οὐρανόν, μηδὲ τὸν Περσῶν βασιλέα“. Ἔτι ἐκ τοῦ εἰς ἀρχὴν ἀναφέρειν τὸν λόγον, οἷον σκοπῶ μὲν τοίνυν εἰς τὴν ἀρχήν, εἰ καλῶς παρεῖσιν τὸ ἔθος· ἀλλὰ μὴ φαύλως· ἐπειδὴ γὰρ ταῖς πάντων γνώμαις ἐναντιοῦσθαι οὐκ ἰσχυρόν, ἐπὶ τοὺς καταξέοντας τοῦ ἔθους μεταφέρειν προσῆκει τὴν μέριμνιν, ἐνδόξους μὲν ὄντας κατὰ παράλειψιν, ἀδόξοτερους δὲ ἄντικους μεμφομένους. Τὸ δίκαιον μὲν· τὸ μὲν νόμιμον καὶ τὸ δίκαιον τοῦ πράγματος εἰσι, τὰ δὲ ἐφεξῆς τοῦ προσώπου· προηγεῖται δὲ ταῦτα, ὅτι ἐπὶ τῶν τῆς