Ancient Greek
350.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 350.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ὡσπερ κατὰ τινὰ μαντείαν τοῦ ῥήτορος πρόδεισιν· τὸ δὲ τοιούτων οὐχ ἂν εἴη ἰσχυρόν. λαμβάνεται δὲ τὸ κεφάλαιον ἐκ πάντων τῶν περὶ τὸν ἄνθρωπον, τούτεστιν ἀπὸ ψυχῆς, ὡς ὅταν εὐσεβεστίρους πρὸς τὸ δαιμόνιον τοὺς ἑλομένους τὴν πρᾶξιν ἔσεσθαι λέγωμεν· ἀπὸ σώματος, εἰ ὑγίειαν προτείνομεν· ἀπὸ τῶν ἔκτος, εἴ περὶ πλοῦτου λέγομεν ἢ εὐκλείας. ὅτι χρήσιμον· χρήσιμόν ἐστιν, ὁ παρὸν μὲν ὠφελεῖ, ἀπὸν δὲ οὐ διαφθείρει· ἀναγκαῖον δὲ, οὐ χωρὶς εἶναι ἀδύνατον· καὶ ἐπὶ τὸ μὲν χρήσιμον ἐκ τῶν λογισμῶν ἔχει τὴν κατασκευὴν, τὸ δὲ ἀναγκαῖον καὶ ἀπὸ τῆς ἀνάγκης τὴν πίστιν· καὶ ἐπὶ τὸ μὲν χρήσιμον ἐκ περιουσίας λυσιτελὲς καὶ προαιρετικὸν τυγχάνει, τὸ δὲ ἀναγκαῖον ἐξ ἀνάγκης αἱρούμεθα, καὶ ἀκούσιόν ἐστι· χώραν δὲ ἔχει μάλιστα ἢ τοῦ ἀναγκαίου ἐξέτασις ἐν ταῖς δυσχερείαις τῶν πραγμάτων, ὅταν ἐπὶ πόνους ἢ δαπάνας ἢ ἄλλο τι τῶν δυσχερῶν παρακαλῶμεν τοὺς ἀκούοντας· ἐνθά καὶ ἢ τοῦ ἐξηγομένου ἐξέτασις ἀναγκαία· ἰστέον δὲ, ὡς εἰ μὴ εὐπορον, παντελῆ φράζειν κακοῦ τινος ἀποβολήν, χωρητέον ἐπὶ τὴν μείωσιν, καθάπερ ἐπὶ τὴν αὔξησιν, ἀντὶ τῆς τοῦ παντελοῦς τῶν ἀγαθῶν κτήσεως· εἰ δὲ καὶ ἄμφω φαῦλα φαίνεται, τὰ τε ὑφ’ ἡμῶν καὶ τὰ ὑπὸ τῶν ἐναντίων, ἢ ἄμφω ἀγαθὰ κατὰ σύγκρισιν τὸν λόγον προοίσομεν· ἐπὶ μὲν τῶν φαύλων, ὅτι ἑλάττω τὰ ἡμέτερα, ἐπὶ δὲ τῶν ἀγαθῶν, ὅτι μείζω· ἢ δὲ τοῦ κεφαλαίου τούτου ἐργασία γίνεται οὕτως, πρῶτον μὲν ἐκ τοῦ ἐναντίου, οἷον εἰ κακὸν τὸ μὴ ἔχειν συμμάχους, δῆλον ὅτι συμφέρον ἂν εἴη τὸ κτήσασθαι· δεύτερον ἐκ τῆς τῶν πολεμίων δόξης καὶ ἐλπίδος· τινος ἡμῖν συμβάντος ἐκεῖνοι χαρήσονται, ὡς ὁ Δημοσθένης· σκεψώμεθα δὲ τί ἂν εὑρίσκο Φίλιππος τούτω τῷ στρατοπέδῳ· καὶ ὁ ποιητῆς.