Ancient Greek
351.25
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 351.25
Unproofread scanNot analysed yet
Cod. γηθήσει. 16 Cod. ἀπώλοντο. Π. β. 160. 17 p. 247. ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ τὰ ἔκτὸς μάλιστα τὴν χορηγίαν ἡμῖν παρέξεται· ἵνικα δὲ ἐπὶ τύραννον ἢ δυνάστην ἕνα ὁ πόλεμος εἴη, χώραν ἔχει τὰ ἀπὸ ψυχῆς. Ἔργασίαν δὲ λαμβάνει τὸ κεφάλαιον τοῦτο ἐκ τῆς ἑκατέρας συγχρίσεως, τῶν τε ἡμῖν αὐτοῖς προσόντων καὶ τῶν τοῖς ἐναντίοις· οὐ γὰρ ἀπο- 20 χορήσει μόνον τὰ τῶν ἐναντίων διαβαλεῖν, ἀλλὰ χρή· καὶ τὰ οἰκεῖα συστήσαι· τοῦτο δὲ τὸ δεύτερον ὁ Δημοσθένης παρήγεν, ὡς καὶ Ἑρμογένης φησίν, ἐκ τῆς τῶν πραγμάτων ἀνάγκης· οὐ γὰρ εἶχε τηλικαύτην δύναμιν τῶν Ἀθηναίων οὐδεμίαν εἰπῶν. Ἐξητήκασι δὲ τινες, πῶς ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις ἔφη κατασκευάζεσθαι τὸ δυνατόν· τοῦτο γάρ, φασί, τοῦ προέποντός ἐστιν, ὅπερ ὑπὸ τὸ ἐνδοξὸν ἀνάγεται· ἐπ’ ἐκεῖνον γὰρ δεῖ, φασί, τὰ παρακολουθοῦντα τῷ προσώπῳ σκοπεῖν, γένος, πατρίδα, προγόνους, ἀρετάς, ἔχον δὲ αὐτοὺς εἰδέναι, ὡς τῶν ἀκολουθούντων τὰ μὲν ἐκ τῶν ἀνωτέρω λαμβάνεται, τὰ δὲ ἐκ τῶν ἐνεστῶτων· τὰ μὲν οὖν παλαιότερα τὸ πρέπον ἐργάζεται, οἷον αἱ τῶν προγόνων πράξεις, τὰ τῶν προγόνων ἔχθωμια, τὰ δὲ ἐνεστῶτα ποιεῖ τὸ δυνατόν, οἷον ἀπορία χρημάτων, στράτευμα, τριήρων πλήθος· ἴστέον δέ, ὅτι οὐχ ἀεὶ τὸ δυνατόν ἐνστάσει καὶ ἀντιπαραστάσει εἰσάξομεν, 21 ἀλλ’ ἐὰν μὲν ῥᾴδιον ἢ ἐπιτελεσθῆναι τὸ πρᾶγμα περὶ ὃ ἡ σκέψις, οἷον ἐπιμνησθέντες μόνους διὰ ταχέων ἐπιδραμούμεθα. Καὶ πρὸς τὴν κατασκευὴν οὕτω χωρήσομεν, ὅτι ἔδει μὲν, εἰ καὶ χαλεπὸν ἦν, μηδὲ τότε φυγεῖν, νῦν δὲ καὶ ῥᾴδιον δείκνυσθαι, ἂν δὲ δυσχέρεια προσῇ, δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως ὁ λόγος μεθοδευθήσεται. Καὶ πεζέταιρος· πεζετάιρους 22 φασὶ τοὺς ἀπὸ ἱερατικῶν ἔργων ἑταίρους καὶ φίλους γεγενημένους, οἱ δὲ τοὺς περὶ τὸ σῶμα