Ancient Greek
356.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 356.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ κατὰ στοχασμόν, δοκεῖ γὰρ μὴ ἂν γενέσθαι παραγραφὴν κατὰ στοχασμόν. πᾶσα γὰρ παραγραφὴ καὶ περὶ ῥητὸν καὶ κατὰ περίστασιν ἔχει τὴν ἀμφισβήτησιν· ὅπου δὲ περὶ ἀμφοῖν ἡ ζήτησις, νομικὴ γίνεται ἡ στάσις· ἐν 5 δὲ στοχασμῷ οὐ περὶ τὸ 14 ῥητὸν τὸ ζήτημα· ἀμολογήται γὰρ τὸ ἀποτυμπανίζεσθαι τὸν φονέα· ἀλλὰ περὶ τὴν περίστασιν τὸ εὑρεθῆναι τινα ἐπ’ ἐρημίας, νεοσφαγεὶ παριστάμενον σώματι· οἱ μέντοι τεχνικοί, ἐπειδὴ κατενόησαν παραγραφὴν τινα, αὐτὴν μὲν ἐφ’ 15 ἑαυτῆς 10 ἀπηρτισμένην καὶ ὑποκείμενον ἔχουσαν, στοχαστικῆς δὲ τινος ἐξωθεν ὑποθέσεως κατασκευασθείσης, χώραν καὶ αὐτὴν λαμβάνουσαν, ἵνα μὴ διεσπασμένη γίνηται ἡ ὑπόθεσις, τῆς μὲν παραγραφῆς ἰδία, τῆς δὲ στοχαστικῆς ζητήσεως ἐξωθεν λαμβανομένης ἀμφω συμπλέξαν- 15 τες 16 ὠνόμασαν παραγραφὴν 17 κατὰ στοχασμόν, ὡς 18 ἐπὶ τοῦ κατὰ Τιμάρχου· ἡ μὲν παραγραφὴ, ὅτι οὐκ εἰσαγώγιμος ἡ δίκη, οὐ γὰρ ἐφεῖται λέγειν τοῖς ἡταιρηκόσιν· ἡ δὲ στοχαστικὴ ζήτησις, εἰ Τίμαρχος ἡταί- 20 ρηκε· μένει τοίνυν ἡ παραγραφὴ, ὡσπερ ψιλὴ τις πρότασις φαινομένη ἄπορος λόγου, καὶ οὐκ ἔχουσα καθ’ ὅτου ἂν 19 ἐνεχθῇ, εἴπερ μὴ ἀποδειχθεῖν πρότερον τὸ στοχαστικὸν ζήτημα· ἐπεὶ οὖν ἀποδεικνυμένου τούτου φέρεται εὐθὺς ἡ παραγραφὴ κατὰ τοῦ ὑποκειμένου, διὰ τοῦτο συμπλέξαιν ῥᾷησαν δεῖν ἀμφότερα. Ζητη- 25 τέον ἄρακεῖνο, ὡς τριῶν τοῦλάχιστον ἐν ἑκάστη παραγραφῇ στάσεων ὑποκειμένων, πῶς 20 αὐτὸς ἐφη τὸ πρότερον ζήτημα ὡς ἐπὶ δυοῖν· ἀλλὰ δῆλον, ὅτι ἡ 21 παραγραφὴ τε καὶ ἡ 22 στάσις καθ’ ἣν γίνεται, ὡς ἐν λαμ-