Ancient Greek
358.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 358.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ προσειρηται· διὸ οὐδὲ ὁ τεχνικὸς εἶπε πλατέως περὶ αὐτοῦ. Τὸ δὲ μετὰ τὴν παραγραφὴν· δύο ζητήματα ἀεὶ ἐστι περὶ τὴν ἄγραφον μετάληψιν· τὸ μὲν κατ’ ἐκβολὴν τοῦ ἀγῶνος, τὸ δὲ κατ’ εὐθυδικίαν, ἐν ᾧ τοῦ πράγματος ἡ ζήτησις· πρῶτον οὖν καλεῖ τὸ τῆς ἐκβολῆς, ἥ δὴ καὶ κυρίως παραγραφὴ· αὕτη δὲ, φησὶ, κατὰ μίαν τῶν νομικῶν ἐξετασθήσεται. Ἐπειδὴ γὰρ ἐν αὐτῇ ἐστὼν ἡ τῶν ἐμπιπτόντων ὧρων ἐξέτασις, ἀναγκαίως κατὰ μίαν τῶν νομικῶν διαιρεῖται· τὸ δὲ ἕτερον, ὃ καὶ ἐπαγόμενον ἐστίν, ἤτοι ἡ εὐθυδικία καθ’ ἑτέραν δή τινα τῶν λογικῶν· λογικαὶ δὲ εἰσιν, ἐν αἷς περὶ πράγματος ἡ ζήτησις, καὶ πάντα τὰ περὶ ἀγράφων ἐξετάζεται. Ἐμπέπτωκε δὲ ἐνταῦθα· οὐχ ἀγωνιστικὸν τοῦτο τὸ παραγραφικόν, ἐπειδή ἀνόητον τὸ τοῖς ἀμφιβολοῖς ὧροις ἄς κυρίως χρῆσθαι, ἀλλ’ ὀλίγως πιθανόν· ὡς παραγραφικὸν δὲ αὐτὸ εἶπεν, ἐπειδὴ χρόνῳ μόνον ἐκυρώθη ὁ νόμος, οὐ χρειἀσι δικαστῶν· εἰ γὰρ ἤν χρήσει κεκυρωμένος, παραγραφὴ ἂν ἐγίνετο δι’ αὐτοῦ τελεία, καὶ οὐ παραγραφικόν.