Ancient Greek
360.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 360.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ὁποτέρω γὰρ τῶν ἀντιδίκων ἀποδείξαντι, ὡς τοῦδε κρατήσαντος τοῦ νόμου οὐδὲ ὁ ἕτερος ἀναιρεῖται, δῆλον ὅτι πᾶς δικαστὴς προστεθήσεται. Τάχα δ’ ἂν τις αὐτό· ὁ μὲν τεχνικὸς τὴν μέθοδον εἰπεῖν παρητήσατο· ἡμεῖς δὲ φαμεν, ὅτι δύναται ταῖς ἐννοίαις μὴ ἐξισάζεσθαι· καὶ γίνεται τὸ τοιοῦτον διχόθεν· ἀπὸ τε τῆς φύσεως τοῦ ῥητοῦ, οἷον ὅτι ὁ ἕτέρου νόμος σαφῆς· ὁ δὲ τοῦ ἕτερου ἀσαφέστερος· καὶ ἀπὸ τῆς χρήσεως, εἰ ἔχομεν ἀποδεικνύναι παραδείγματα, ὡς πολλῶν καὶ ἄλλων οὕτω χρησαμένων τῷ νόμῳ, οὐκέτι δὲ παραπλησίως καὶ τῷ τοῦ ἀντιδίκου.