Ancient Greek
369.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 369.1
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΕΥΡΕΣΕΙΣ οιμίῳ τῷ 31 ἐξ ἐπαίνου τῶν ἀχρωατῶν· εἰ λαμβάνεται προοίμιον καὶ ἀπὸ τοῦ εὐθίκτου καὶ εὐστόχου, ὅταν αὐτοῦ τοῦ πράγματος τῆς ὑποθέσεως ἐραπτιώμεθα, οἷον νέος πλούσιος ἀποβλέπει συνεχῶς εἰς τὴν ἀκρόπολιν καὶ δακρύει· ἑροῦμεν γάρ· δακρύει μὲν οὖτος, ὦ ἄνδρες ἄριστοι, 5 καὶ ἀγανακτεῖ διὰ τὸ μηδέπω τῆς ἀκροπόλεως κρατεῖν, νῦν δὲ δικαίως οἶμαι δακρύσειν αὐτὸν δόντα τιμωρίαν, ἵνα μὴ τούτου περιόντος δακρύσομεν 32 ἡμεῖς· ἐτι λαμβάνεται καὶ ἀπὸ γνώμης, ὡς ὁ Δημοσθένης· 33 ,,οὐδὲν ἐστι χαλεπώτερον ἢ γείτονος φθονεροῦ τυχεῖν, οὗτος γὰρ 10 ἐπιθυμήσας τοῦ χωρίου μου πράγματά μοι παρέχει“. ἐτι λαμβάνεται καὶ ἀπὸ πάντων τῶν περιστατικῶν. ἀπὸ μὲν προσώπου, ὅταν στρατηγοῦ ἢ τριηράρχου πρόσωπον ἐπαινῶμεν ἢ διαβάλλωμεν· ἀπὸ δὲ τοῦ πράγματος, ὡς ὁ Δημοσθένης· πρῶτον μὲν τοῖς θεοῖς εὐχομαι πᾶσι καὶ πά- 15 σαις, 34 καὶ ἐξῆς· ἀπὸ δὲ χρόνου, εἰ ἐν ἑορτῇ πέπραχταί τι· 35 φήσομεν γάρ, ὡντως μὲν οὐκ ἀξίων τῆς παρούσης ἑορτῆς τόδε τι πέπραχται· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. 36 Τί ἐστιν 37 εὕρεσις; ἐπίνοια νοημάτων προσήκόντων καὶ ἀρμοδίων τῷ ὑποκειμένῳ πράγματι. 20