Ancient Greek
370.6
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 370.6
Unproofread scanNot analysed yet
§Ἐξήγησις εἰς τὰς εὐρέσεις τοῦ Ἑρμογένοῦς. Ἡ πρώτη· πρώτην καὶ καλλίστην εὐρεσὶν φησι τῶν προοιμίων τὴν ἐξ ὑπολήψεως, πραγματικωτάτην δὲ φησι τὴν πολυύλοτάτην. ζητητέον δὲ πῶς φησιν εὐρεσιν εὐρέσεως τετυχηκέναι, ἢ διττὸν ἡ εὕρεσις τὸ τε εὑρημένον καὶ ἡ εὑρίσκουσα μέθοδος· ἢ ἡ εὐρετικὴ λέξις καὶ τὸ ἔργον αὐτῆς. β'. Ἐν προβλήμασι γάρ· οὐ τὸ παρηγουρικὸν ἐκβαλεῖν βουλόμενος τοῦ περὶ προοιμίων ταῦτά φησι· παραλαμβάνει δὲ καὶ τοῦτο, κρίσις γὰρ ἂν εἴη γενικῷ λόγῳ ἢ τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐπίσκεψις, ἥτινι καὶ τὴν ἐν πανηγυρικῷ λόγῳ μέτιμεν μεταχείρισιν. ἐστι δὲ καὶ ἀπὸ τῆς χρηστῆς τῶν ἀκροατῶν περὶ τὸ πρᾶγμα ὑπολήψεως ἢ φαύλης καὶ ἐγκωμίου καὶ ψόγου πορίσασθαι προοίμιον.