Ancient Greek
371.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 371.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΕΥΡΕΣΕΩΝ ΤΟΜ. α μεν· ἐὰν δὲ πρὸς ὀλίγον δυσμενεῖς, πάλιν σκεψόμεθα, 1 πότερον πρὸς ἡμᾶς ἰδίαν ἔχοντες ἔχθραν ἢ διὰ τὴν πρὸς τὸν ἀντίδικον φιλίαν. εἰ μὲν οὖν τῇ πρὸς ἐκεῖνον φιλίᾳ, 2 ὁρτέον, ὅτι οὐ δεῖ τῇ πρὸς ἐκεῖνον εὔνοια κακῶς ἡμᾶς ποιεῖν. εἰ δὲ ἰδίαν πρὸς ἡμᾶς ἔχθραν ἔχοντες, 3 ὁρτέον, ὅτι ἐν ἄλλοις ὑπερθέσθαι τὴν ἔχθραν δίκαιον· εἰ δὲ μήτε ἔχθροδῶς ἔχουεν ἡμῖν μήτε φιλιῶς, τὰ μὲν προσόντα τοῖς ἀντιδικοῖς ἐπίμωμα ποιεῖν πειρασόμεθα, τὰ δὲ ἡμῖν ἐπαινεσόμεθα. καὶ τὰ μὲν ἐκείνων ἐλαττώματα μίσους εἶναι φήσομεν· 4 ἄξια, τὰ δὲ ἡμέτερα ἐλέους τε καὶ συγγνώμης· διαβαλοῦμεν δὲ τὸ τοῦ ἐναντίου πρόσωπον 5 ἀπὸ τῆς ἡλικίας, ὅταν νέος ἢ γέρων ἢ, ὅταν μηδὲν προπαθῶν, ὅταν αὐτὸς ὁμοία ἐπιτηδεύῃ ταῖς αἰτίαις, ἐφ’ αἷς διώκει, ἢ τοῦναντιον φεύγει· διαβληθήσεται δὲ καὶ 6 ἀπὸ τῶν γνωρίμων καὶ φίλων, εἰ φαύλοις φαίνοιτο ὁμιλῶν· καὶ ἀφ’ ὧν πρότερον ἐπράξεν ὁμοίων ταῖς αἰτίαις, ἐφ’ αἷς φεύγει καὶ ἀπὸ τῶν ἄλλων τῶν παρεπομένων τῷ προσώπῳ· ἀπολογοῦμενοι δὲ ἀπὸ τῶν ἐναντίων ταῖς προοιμαχαῖς ἐννοίαις μεταχειρισόμεθα. καὶ τὸ μὲν πρᾶγμα διαβαλοῦμεν μικρὸν εἶναι λέγοντες· καὶ ἐκ