Ancient Greek
373.30
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 373.30
Unproofread scanNot analysed yet
τῶν πραγμάτων. 40 T. VII. ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ γει· τοῦτο δὲ πάνυ ἀκριβῶς εἶρηκεν. εὑρεθείσης γὰρ τῆς τοῦ προοιμίου ποιότητος εὐθὺς ἀπὸ τῆς διαφορᾶς ἡ πρότασις γίνεται, 41 ἤτοι ἐξ ὑπολήψεως, 42 ἢ ἐξ ὑποδιαιρέσεως, ἢ καὶ 43 τῶν ἐξῆς. ἢ. Καὶ προοιμίου δριμύτης· εἰκότως, εἰ 44 γὰρ μὴ ἡ εἴσβολὴ ἰσχυρὰ ἐστι, τοῦτο γὰρ ἡ δριμύτης, ἢ τις 45 ἐστι τὸ ἀναγκαῖον, ἀτονώτερα καὶ τὰ τῆς κατασκευῆς ἔσται, καὶ τὰ τῆς ἀποδόσεως καὶ τὰ 46 τῆς βάσεως, ἂν δὲ 47 ἡ πρότασις δυνάμεως πλήρης ἐξενεχθῇ 48 καὶ τὰ λοιπὰ, τὸ ἰσχυρὸν ἕξουσιν.