Ancient Greek
382.19
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 382.19
Unproofread scanNot analysed yet
Ven. εἴτουν περίοδ. —βιβλίου τούτου om. 21 Mon. 8. Par. ΣΧΟΛΙΑ ΕΙΣ ΕΥΡΕΣΕΩΝ ΤΟΜ. α´. ἡδονὴ καὶ λύπη, φόβος καὶ ἐπιθυμία. εὐκόλοις δὲ ἂν- 5 τὶ τοῦ σαφέσι. δ. Καὶ ὄνομα μὲν, ὡς παρ’ Ὀμήρῳ, πολὺτροπον πολλὰ πλάγχθη· πολλῶν δ’ ἀνθρώπων· πολλὰ δ’ ὄγ’ ἐν πόντῳ. ε. Προτάσεως δέ· ἰστέον, ὅτι κατασκευάζει ἡ κατασκευὴ ὡς ὁμολογούμενα τὰ τῆς προτάσεως· καὶ γὰρ τῆς προτάσεως λεγούσης, ὅτι λέληθεν ὑμῶν οὐδένα, λέγει ἡ κατασκευὴ· καὶ γὰρ οὐκ ἔστι μικρὰ ὥστε λαθεῖν. Ἰστέον δέ, ὅτι πολλάκις 10 πρὸ τῆς κατασκευῆς ἐπὶ τῇ προτάσει καὶ ἕτερα ἐπιγίνεται πρότασις· εἰθ’ οὕτως ἐπάγεται καὶ κατασκευὴ μία κοινὴ τῶν δύο προτάσεων, ὅταν μὴ διίστανται πολὺ ἀλλήλων κατὰ τὸ διάφορον· ἢ ἑκάστη τῶν προτάσεων ἰδία κατασκευὴ, ὡς Ἰσοκράτης προοιμιασάμενος ἐν τῷ πρὸς Δημόνικον· ,,ἐν πολλοῖς, ὦ Δημόνικε, πολὺ διεστῶσας 15 εὐρήσομεν τὰς τε τῶν σπουδαίων γνώμας καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν εἵληφασι ταῖς πρὸς ἀλλήλους συνθηθείαις· οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρῶν ἀπόντας ἀγαπῶσι· καὶ τὰς μὲν τῶν φαύλων συνθηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ’ ἂν ὁ 20 πᾶς αἰὼν ἐξαλείψειεν“· πρώτη πρότασις, ἐν πολλοῖς μέν· δευτέρα, πολὺ δὲ μεγίστην· πρώτη κατασκευὴ, οἱ μὲν γὰρ τοὺς φίλους· δευτέρα, καὶ τὰς μὲν τῶν φαύλων. ζ’. Οἷα μὲν, ὦ Ἀθηναῖοι· εἴρηται ἄνω ὡς ἡ βάσις συνάγει τὴν τε πρότασιν καὶ τὴν ἀπόδοσιν· τοῦτο δὲ 25 φανερὸν ἐντεῦθεν· ἡ μὲν πρότασις αὕτη, οἷα κακὰ πάσχουσιν οἱ νησιῶται προφάσει τῶν φόρων, οὐδένα ὑμῶν λέληθεν, τοῦτο μέχρι τῆς ἀποδόσεως ἀσαφές· οὐ γὰρ δῆλον, ποῖα τὰ κακά· ἡ δὲ βάσις ἐπειδὴ ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται καὶ τὴν αἰτίαν προστί- 30