Ancient Greek
384.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 384.3
Unproofread scanNot analysed yet
ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ προκαταστάσεως καὶ διηγήσεως καὶ προδιηγήσεως. Διήγησις ἐστι παντὸς μὲν προβλήματος, καὶ τὰ λοιπά. Διήγησις ἐστι· μετὰ τοὺς τόπους τῶν προοιμίων ἀκολούθως διδάξαι περὶ διηγήσεως βουλόμενος ὁ τέχνικος ἐπὶ τὰ πρεσβύτερα αὐτῆς ἀναδραμὼν, ὡς ἂν μὴ τὸ τέλος τοῦ προβλήματος ἀρχὴ τῆς διηγήσεως γένοιτο, τὴν ἐναρξιν ποιεῖται ἐκ τῆς προκαταστάσεως, ἥτις ἐστὶ πρεσβύτερα τῆς διηγήσεως· εἶτα περὶ τῆς καταστάσεως ἥτις ἐστὶ διήγησις· προκατάστασις γὰρ ἡ προδιήγησις, κατάστασις ἡ διήγησις. Ἰστέον δέ, ὅτι οὐ κατ’ ἰδίαν περιγραφὴν ἐστιν ἡ προδιήγησις, ἀλλὰ μέρος τῆς διηγήσεως, ὥσπερ καὶ ἡ κατασκευὴ καὶ τὰ ἄλλα μέρη τοῦ προοιμίου. β’. Φαίνεται γάρ· πολὺν ἀνάλωσε λόγον ὁ Ἑρμογένης ἐν τῇ προκαταστάσει, ὀλίγον δὲ ἐν τῇ καταστάσει· περὶ μὲν προδιηγήσεως ἐν ἐξ τόμοις διαλαβὼν, περὶ δὲ διηγήσεως ἐν ἐνί· καὶ τὴν αἰ-